Παρασκευή 9 Ιανουαρίου 2015

Περί Κατασκευής του Ανθρώπου - Κεφάλαιο 30 Θεωρία τις ἰατρικωτέρα περὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς δι' ὀλίγων

 

Ἀλλὰ τὴν μὲν ἀκριβῆ τοῦ σώματος ἡμῶν διασκευὴν διδάσκει μὲν ἕκαστος ἑαυτόν͵ ἐξ ὧν ὁρᾷ τε καὶ ζῇ καὶ αἰσθάνεται͵ τὴν ἰδίαν ἑαυτοῦ φύσιν διδάσκαλον ἔχων. Ἔξεστι δὲ καὶ τὴν ἐν βίβλοις φιλοπονηθεῖσαν τοῖς τὰ τοιαῦτα σοφοῖς περὶ τούτων ἱστορίαν ἀναλαβόντι͵ πάντα δι' ἀκριβείας μαθεῖν. Ὧν οἱ μὲν ὅπως ἔχει θέσεως τὰ καθέκαστον τῶν ἐν ἡμῖν͵ διὰ τῆς ἀνατομῆς ἐδιδάχθησαν, οἱ δὲ καὶ πρὸς ὅ,τι γέγονε πάντα τὰ τοῦ σώματος μόρια κατενόησάν τε καὶ διηγήσαντο͵ ὡς ἀρκοῦσαν ἐντεῦθεν τῆς ἀνθρωπίνης κατασκευῆς τὴν γνῶσιν τοῖς φιλοπόνοις γενέσθαι. Εἰ δέ τις ἐπιζητοίη πάντων αὐτῶν τὴν ἐκκλησίαν διδάσκαλον γίνεσθαι͵ ὡς εἰς μηδὲν τῆς ἔξωθεν φωνῆς ἐπιδεῖσθαι (οὗτος γὰρ τῶν πνευματικῶν προβάτων ὁ νόμος͵ καθώς φησιν ὁ Κύριος͵ τὸ ἀλλοτρίας μὴ ἀκούειν φωνῆς)͵ διὰ βραχέων καὶ τὸν περὶ τούτων λόγον διαληψόμεθα.

 

Τρία περὶ τὴν τοῦ σώματος ἐνοήσαμεν φύσιν͵ ὧν χάριν τὰ καθ' ἕκαστον τῶν ἐν ἡμῖν κατεσκεύασται. Τὰ μὲν γὰρ διὰ τὸ ζῇν͵ τὰ δὲ διὰ τὸ καλῶς ζῇν͵ ἕτερα δὲ πρὸς τὴν διαδοχὴν τῶν ἐπιγινομένων ἐπιτηδείως ἔχει. Ὅσα μὲν οὖν ἐν ἡμῖν τοιαῦτά ἐστιν͵ ὧν ἄνευ συστῆναι τὴν ἀνθρωπίνην ζωὴν οὐκ ἐνδέχεται͵ ἐν τρισὶ μορίοις κατενοήσαμεν, ἐν ἐγκεφάλῳ καὶ καρδίᾳ καὶ ἥπατι. Ὅσα δὲ προσθήκη τίς ἐστι τῶν ἀγαθῶν͵ καὶ φιλοτιμία τῆς φύσεως͵ τὸ εὖ ζῇν δι' ἐκείνων τῷ ἀνθρώπῳ χαριζομένης͵ [241] τὰ περὶ τὴν αἴσθησίν ἐστιν ὄργανα. Τὰ γὰρ τοιαῦτα τὴν ζωὴν μὲν οὐ συνίστησιν͵ ἐπεὶ καὶ λιπόντων τινῶν πολλάκις͵ οὐδὲν ἧττον ἐν τῷ ζῇν ἐστιν ὁ ἄνθρωπος͵ ἀλλ' ἀμήχανον δίχα τούτων τῶν ἐνεργειῶν͵ τῶν κατὰ τὴν ζωὴν ἡδέων τὴν μετουσίαν ἔχειν. Ὁ δὲ τρίτος σκοπὸς πρὸς τὸ ἐφεξῆς τε καὶ τὴν διαδοχὴν βλέπει. Ἔστι δὲ καὶ ἄλλα τινὰ παρὰ ταῦτα͵ ἃ πρὸς διαμονὴν κοινὰ τοῖς πᾶσιν ὑπόκειται. τὰς καταλλήλους προσθήκας δι' ἑαυτῶν ἐπεισάγοντα͵ ὡς κοιλία καὶ πνεύμων͵ ὁ μὲν τῷ πνεύματι τὸ ἐγκάρδιον πῦρ ἀναῤῥιπίζων͵ ἡ δὲ τοῖς σπλάγχνοις τὴν τροφὴν εἰσοικίζουσα.

 

Οὕτω τοίνυν τῆς κατασκευῆς τῆς ἐν ἡμῖν διῃρημένης͵ ἔστιν ἀκριβῶς κατανοῆσαι͵ ὅτι οὐ μονοειδῶς ἡμῖν δι' ἑνός τινος ἡ πρὸς τὸ ζῇν δύναμις διεξάγεται, ἀλλὰ πλείοσι μορίοις ἡ φύσις τὰς πρὸς τὴν σύστασιν ἡμῶν ἀφορμὰς ἐπινείμασα͵ ἀναγκαίαν ποιεῖ πρὸς τὸ ὅλον τὴν παρ' ἑκάστου συνεισφοράν. Ὥστε καὶ ὅσα πρὸς ἀσφάλειαν τῆς ζωῆς καὶ κάλλος ἡ φύσις ἐπετεχνάσατο͵ πλείω τέ ἐστι ταῦτα καὶ πολλὴν πρὸς ἄλληλα τὴν διαφορὰν ἔχει.

 

Ἀλλ' οἶμαι διελέσθαι πρότερον ἐν ὀλίγῳ χρῆναι τῶν πρὸς τὴν σύστασιν τῆς ζωῆς συντελούντων ἡμῖν τὰς πρώτας ἀρχάς. Ἡ μὲν οὖν τοῦ παντὸς σώματος ὕλη κοινὴ τοῖς καθ' ἕκαστον μέλεσιν ὑποκειμένη͵ σιγάσθω τανῦν· οὐδὲν γὰρ πρὸς τὸν σκοπὸν ἡμῖν συντελέσει ἡ καθόλου φυσιολογία πρὸς τὴν μερικὴν θεωρίαν.

 

Ὁμολογουμένου τοίνυν παρὰ πᾶσι τοῦ πάντων ἐν ἡμῖν εἶναι τῶν στοιχειωδῶς ἐν τῷ κόσμῳ θεωρουμένων τὴν μοῖραν͵ τοῦ τε θερμοῦ καὶ τοῦ ψύχοντος καὶ τῆς ἑτέρας συζυγίας τῆς κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν νοουμένης͵ τὰ καθ' ἕκαστον ἡμῖν διαληπτέον.

 

Οὐκοῦν ὁρῶμεν τρεῖς τὰς διοικητικὰς τῆς ζωῆς δυνάμεις͵ ὧν ἡ μὲν διαθάλπει τὸ πᾶν τῇ θερμότητι͵ ἡ δὲ ὑπονοτίζει τῇ ἰκμάδι τὸ θερμαινόμενον͵ ὡς ἂν τῇ ἰσοκρατείᾳ τῆς τῶν ἐναντίων ποιότητος͵ ἐπὶ τοῦ μέσου συντηροῖτο τὸ ζῶον͵ μήτε τοῦ ὑγροῦ καταφρυγομένου τῷ πλεονασμῷ τῆς θερμότητος͵ μήτε τοῦ θερμοῦ σβεννυμένου τῇ ἐπικρατείᾳ τοῦ καθυγραίνοντος. Ἡ δὲ τρίτη δύναμις συνέχει δι' ἑαυτῆς κατά τινα συμβολήν τε καὶ ἁρμονίαν τὰ διακεκριμένα τῶν ἄρθρων τοῖς παρ' ἑαυτῆς συνδέσμοις ἁρμόζουσα καὶ πᾶσιν ἐπιπέμπουσα τὴν αὐτοκίνητόν τε καὶ προαιρετικὴν δύναμιν, ἧς ἐπιλειπούσης͵ πέρατον γίνεται καὶ νεκρῶδες τὸ μέρος͵ τοῦ προαιρετικοῦ πνεύματος ἀμοιρῆσαν.

 

Μᾶλλον δὲ πρὸ τούτων ἄξιον κατανοῆσαι τὸ τεχνικὸν τῆς φύσεως ἡμῶν ἐν αὐτῇ τῇ δημιουργίᾳ τοῦ σώματος. Ἐπειδὴ γὰρ τὸ σκληρόν τε καὶ ἀντίτυπον τὰς αἰσθητικὰς ἐνεργείας οὐ καταδέχεται͵ ὡς ἔστιν ἰδεῖν ἐπί τε τῶν ἐν ἡμῖν ὀστέων καὶ τῶν ἐν τῇ γῇ φυτῶν͵ ἐν οἷς ζωῆς μέν τι κατανοοῦμεν εἶδος ἐν τῷ αὔξειν καὶ τρέφεσθαι͵ οὐ μὴν παρεδέξατο ἐναντίως ἡ ἀντιτυπία τοῦ ὑποκειμένου τὴν αἴσθησιν, τούτου χάριν ἔδει καθάπερ κηροειδῆ τινα κατασκευὴν ὑποτεθῆναι ταῖς κατ' αἴσθησιν ἐνεργείαις͵ δυναμένην τοῖς ἀντιληπτικοῖς τύποις ἐνσφραγισθῆναι͵ μήτε συγχεομένην δι' ὑπερβαλλούσης ὑγρότητος· οὐ γὰρ [244] ἂν διαμείνοι ἐν τῷ ὑγρῷ τὸ τυπούμενον, μήτε ἀντιτυποῦσαν ἐν τῇ ἀμετρίᾳ τῆς πήξεως· ἀσήμαντον γὰρ πρὸς τοὺς τύπους ἐστὶ τὸ ἀνύπεικτον· ἀλλὰ μέσως ἔχουσαν μαλακότητός τε καὶ στεῤῥότητος͵ ὡς ἂν μὴ τοῦ καλλίστου τῶν κατὰ τὴν φύσιν ἐνεργημάτων͵ τῆς αἰσθητικῆς λέγω κινήσεως͵ ἀμοιροίη τὸ ζῶον. 

 

Ἐπειδὴ τοίνυν τὸ μαλακόν τε καὶ εὔεικτον μηδεμίαν τὴν ἐκ τῶν στεῤῥῶν ἔχον ἐνέργειαν͵ ἀκίνητον ἂν ἦν πάντως καὶ ἀδιάρθρωτον κατὰ τοὺς θαλασσίους πνεύμονας, διὰ τοῦτο καταμίγνυσιν ἡ φύσις τῷ σώματι τὴν τῶν ὀστέων στεῤῥότητα͵ καὶ ταῦτα πρὸς ἄλληλα διὰ τῆς προσφυοῦς ἁρμονίας ἑνώσασα͵ τοῖς τε διὰ τῶν νεύρων συνδέσμοις τὰς συμβολὰς αὐτῶν ἐπισφίγξασα͵ οὕτως αὐτοῖς τὴν δεκτικὴν τῶν αἰσθήσεων περιέφυσε σάρκα͵ δυσπαθεστέραν τε καὶ εὐτονωτέραν τῇ ἐπιφανείᾳ διειλημμένην.

 

Ταύτῃ τοίνυν τῇ στεῤῥᾷ τῶν ὀστέων φύσει͵ οἷον στύλοις τισὶν ἀχθοφόροις͵ ὅλον τοῦ σώματος ἐπιθεῖσα τὸ βάρος͵ οὐκ ἀδιαίρετον ἐνέφυσε τῷ παντὶ τὸ ὀστέον. ῏Η γὰρ ἂν ἀκίνητός τε καὶ ἀνενέργητος ἔμεινεν͵ εἰ οὕτω κατασκευῆς εἶχεν ὁ ἄνθρωπος͵ καθάπερ τι δένδρον ἐφ' ἑνὸς τόπου μένον͵ μήτε τῆς τῶν σκελῶν διαδοχῆς ἐπὶ τὸ πρόσω προαγούσης τὴν κίνησιν͵ μήτε τῆς τῶν χειρῶν ὑπουργίας χρησιμευούσης τῷ βίῳ. Νυνὶ δὲ μεταβατικὸν εἶναι καὶ πρακτικὸν τὸ ὄργανον διὰ τῆς ἐπινοίας ταύτης ἐμηχανήσατο͵ τῷ προαιρετικῷ πνεύματι τῷ διὰ τῶν νεύρων διήκοντι͵ τὴν πρὸς τὰς κινήσεις ὁρμήν τε καὶ δύναμιν ἐνθεῖσα τῷ σώματι. Ἐντεῦθεν ἡ τῶν χειρῶν ὑπουργία͵ ἡ ποικίλη τε καὶ πολύστροφος καὶ πρὸς πᾶσαν ἐπίνοιαν ἐπιτηδεία.

 

Ἐντεῦθεν αἱ τοῦ αὐχένος περιστροφαὶ καὶ τῆς κεφαλῆς ἐπικλίσεις τε καὶ ἀνανεύσεις καὶ ἡ κατὰ τὴν γένην ἐνέργεια καὶ ἡ τῶν βλεφάρων διαστολὴ ἅμα νεύματι γινομένη καὶ τῶν λοιπῶν ἄρθρων αἱ κινήσεις ἐν νεύροις μέν τισιν ἀνασπωμένοις ἢ χαλωμένοις͵ καθάπερ ἐκ μηχανῆς τινος ἐνεργοῦνται. Ἡ δὲ διὰ τούτων διεξιοῦσα δύναμις αὐτοκέλευστον ἔχει τινὰ τὴν ὁρμήν͵ προαιρετικῷ πνεύματι κατά τινα φύσεως οἰκονομίαν ἐν τοῖς καθέκαστον ἐνεργουμένη. Ρίζα δὲ πάντων ἀπεδείχθη καὶ ἀρχὴ τῶν κατὰ τὰ νεῦρα κινήσεων ὁ τὸν ἐγκέφαλον περιέχων νευρώδης ὑμήν.

 

Οὐκέτι οὖν ἡγούμεθα δεῖν πολυπραγμονεῖν περί τε τῶν ζωτικῶν μορίων͵ τὸ τοιοῦτόν ἐστιν͵ ἐν τούτῳ δειχθείσης τῆς κινητικῆς ἐνεργείας. Ὅτι δὲ μέγιστόν τι συντελεῖ πρὸς τὴν ζωὴν ὁ ἐγκέφαλος͵ ἐναργῶς τὸ ἐξ ἐναντίου συμβαῖνον δηλοῖ. Εἰ γάρ τινα τρῶσιν ἢ ῥῆξιν ὁ περὶ αὐτὸν ὑμὴν πάθοι͵ εὐθὺς ἐπηκολούθησε τῷ πάθει ὁ θάνατος͵ οὐδὲ πρὸς τὸ ἀκαρὲς τῆς φύσεως ἀντισχούσης τῇ τρώσει͵ ὥσπερ θεμελίου τινὸς ὑποσπασθέντος ὅλον τὸ οἰκοδόμημα συγκατεσείσθη τῷ μέρει· οὗ τοίνυν παθόντος πρόδηλός ἐστιν ἡ τοῦ παντὸς ζώου διαφθορά͵ τοῦτο κυρίως ἂν τῆς ζωῆς τὴν αἰτίαν ἔχειν ὁμολογοῖτο. 

 

Ἐπειδὴ δὲ καὶ τῶν παυσαμένων τοῦ ζῇν κατασβεσθείσης τῆς ἐγκειμένης τῇ φύσει θερμότητος͵ τὸ νεκρωθὲν καταψύχεται͵ [245] διὰ τοῦτο καὶ ἐν τῷ θερμῷ τὴν ζωτικὴν αἰτίαν κατενοήσαμεν. Οὗ γὰρ ἐπιλελοιπότος ἡ νεκρότης ἐπηκολούθησεν͵ ἀνάγκη πᾶσα τῇ παρουσίᾳ τούτου συνεστάναι τὸ ζῶον ὁμολογεῖσθαι. Τῆς δὲ τοιαύτης δυνάμεως οἶον πηγήν τινα καὶ ἀρχὴν τὴν καρδίαν κατενοήσαμεν͵ ἀφ' ἧς αὐλοειδεῖς πόροι πολυσχιδῶς ἄλλος ἐξ ἄλλου διαφυόμενοι͵ παντὶ τῷ σώματι τὸ πυρῶδες καὶ θερμὸν διαχέουσι πνεῦμα. 

 

Ἐπεὶ δὲ πάντως καὶ τροφὴν ἔδει τινὰ τῷ θερμῷ συμπαρεῖναι παρὰ τῆς φύσεως - οὐ γὰρ ἐνδέχεται τὸ πῦρ ἐφ' ἑαυτοῦ μένειν͵ μὴ διὰ τοῦ καταλλήλου τρεφόμενον - διὰ τοῦτο οἱ τοῦ αἵματος ὀχετοί͵ καθάπερ ἐκ πηγῆς τινος τοῦ ἥπατος ἀφορμηθέντες τῷ θερμῷ πνεύματι πανταχῆ κατὰ τὸ σῶμα συμπαροδεύουσιν͵ ὡς ἂν μὴ μονωθὲν τοῦ ἑτέρου τὸ ἕτερον͵ διαφθείρῃ τὴν φύσιν πάθος γενόμενον. Παιδευέτω τοῦτο τοὺς ἀτακτοῦντας περὶ τὸ ἴσον͵ διδαχθέντας παρὰ τῆς φύσεως͵ ὅτι ἡ πλεονεξία φθοροποιόν τι πάθος ἐστίν.

 

Ἀλλ' ἐπειδὴ μόνον ἀπροσδεές ἐστι τὸ Θεῖον͵ ἡ δὲ ἀνθρωπίνη πτωχεία τῶν ἔξωθεν πρὸς τὴν ἰδίαν σύστασιν ἐπιδέεται͵ διὰ τοῦτο ταῖς τρισὶ ταύταις δυνάμεσι͵ δι' ὧν ἔφαμεν ἅπαν οἰκονομεῖσθαι τὸ σῶμα͵ ἐπίῤῥυτον ἔξωθεν ἐπεισάγει τὴν ὕλην͵ διαφόροις εἰσόδοις τὸ κατάλληλον αὐταῖς εἰσοικίζουσα. Τῇ μὲν γὰρ πηγῇ τοῦ αἵματος͵ ἥ τις τὸ ἧπάρ ἐστι͵ τὴν διὰ τῆς τροφῆς χορηγίαν ὑπέθηκε. Τὸ γὰρ ἐπεισαγόμενον ἀεὶ διὰ ταύτης τὰς τοῦ αἵματος πηγὰς βρύειν διὰ τοῦ ἥπατος παρασκευάζει͵ καθάπερ ἡ ἐπὶ τοῦ ὅρους χιὼν διὰ τῆς οἰκείας ἰκμάδος τὰς κατὰ τὴν ὑπώρειαν αὔξει πηγάς͵ διὰ τοῦ βάθους τὸ οἰκεῖον ὑγρὸν ἐπὶ τὰς κάτω φλέβας συνθλίβουσα. Τὸ δὲ ἐγκάρδιον πνεῦμα διὰ τοῦ γείτονος ἐπεισάγεται σπλάγχνου͵ ὃ καλεῖται μὲν πνεύμων͵ ἐστὶ δὲ τοῦ ἀέρος δοχεῖον͵ διὰ τῆς ἐγκειμένης ἀρτηρίας τῆς ἐπὶ τὸ στόμα διηκούσης͵ τὸ ἔξωθεν πνεῦμα ταῖς ἀναπνοαῖς ἐφελκόμενον.

 

Ὧ κατὰ τὸ μέσον ἡ καρδία ἐνειλημμένη͵ κατὰ μίμησιν τῆς τοῦ ἀεικινήτου πυρὸς ἐνεργείας͵ ἀδιαλείπτως καὶ αὐτὴ κινουμένη͵ οἷόν τι ποιοῦσιν ἐν τοῖς χαλκείοις αἱ φύσαι͵ ἕλκει τε πρὸς ἑαυτὴν ἐκ τοῦ παρακειμένου πνεύμονος πληροῦσα τῇ διαστολῇ τὰς κοιλότητας καὶ τὸ πυρῶδες ἑαυτῆς ἐκριπίζουσα͵ ταῖς ἐχομέναις ἀρτηρίαις ἐμπνεῖ. Καὶ τοῦτο ποιοῦσα οὐ διαλείπει͵ τὸ μὲν ἔξωθεν διὰ τῆς διαστολῆς εἰς τὰς ἰδίας κοιλότητας ἕλκουσα͵ τὸ δὲ παρ' ἑαυτῆς διὰ τῆς συμπτώσεως ταῖς ἀρτηρίαις εἰσκρίνουσα. Ὅ μοι δοκεῖ καὶ τῆς αὐτομάτου ταύτης ἀναπνοῆς αἴτιον ἡμῖν γίνεσθαι. Πολλάκις γὰρ ὁ μὲν νοῦς ἄσχολός ἐστι πρὸς ἑτέρους ἢ καὶ παντάπασιν ἠρεμεῖ λυθέντος ἐν τῷ ὕπνῳ τοῦ σώματος͵ ἡ δὲ ἀναπνοὴ τοῦ ἀέρος οὐ διαλείπει͵ μηδ' ὁτιοῦν συνεργούσης εἰς τοῦτο τῆς προαιρέσεως.

 

Οἶμαι γάρ͵ ἐπειδὴ περιείληπται τῷ πνεύμονι ἡ καρδία καὶ προσπέφυκεν αὐτῷ κατὰ τὸ ὀπίσθιον ἑαυτῆς μέρος͵ ταῖς ἰδίαις διαστολαῖς καὶ συμπτώσεσι συγκινοῦσα τὸ σπλάγχνον͵ τὴν τοῦ ἀέρος ὁλκήν τε καὶ ἐμπνοὴν ἐκμηχανᾶσθαι τῷ πνεύμονι. Ἀραιὸς γάρ τις ὢν καὶ πολύπορος καὶ πάσας τὰς ἐν αὐτῷ κοιλότητας πρὸς τὸν πυθμένα τῆς ἀρτηρίας ἀνεστομωμένας [248] ἔχων͵ συστελλόμενος μὲν καὶ συμπίπτων τὸ ἐναπολειφθὲν τοῖς κοίλοις πνεῦμα κατ' ἀνάγκην ἐκπιέζων προΐεται. Ὑποχωρῶν δὲ καὶ ἀνοιγόμενος ἐπισπᾶται τῇ διαστάσει πρὸς τὸ κενούμενον διὰ τῆς ὁλκῆς τὸν ἀέρα.

 

Καὶ αὕτη ἐστὶ τῆς ἀπροαιρέτου ταύτης ἀναπνοῆς αἰτία ἡ τοῦ ἀτρεμεῖν τὸ πυρῶδες ἀδυναμία. Ἐπειδὴ γὰρ ἴδιόν ἐστι τοῦ θερμοῦ ἡ κατὰ τὴν κίνησιν ἐνέργεια͵ τούτου δὲ τὰς ἀρχὰς ἐν τῇ καρδίᾳ κατενοήσαμεν͵ τὸ διηνεκὲς τῆς ἐν τῷ μέρει τούτῳ κινήσεως τὴν ἀδιάλειπτον τοῦ ἀέρος ὁρμήν τε καὶ ἐμπνοὴν διὰ τοῦ πνεύματος ἀπεργάζεται. Διὸ καὶ παρὰ φύσιν ἐπιταθέντος τοῦ πυρώδους͵ τὸ ἆσθμα τῶν διακαιομένων τῷ πυρετῷ συνεχέστερον γίνεται͵ ὥσπερ ἐπειγομένης τῆς καρδίας τὸν ἐγκείμενον ἐν αὐτῇ φλογμὸν τῷ νεαρωτέρῳ πνεύματι κατασβεννύειν. Ἀλλ' ἐπειδὴ πενιχρά τίς ἐστιν ἡμῶν ἡ φύσις καὶ τῶν πρὸς τὴν ἰδίαν σύστασιν διὰ πάντων ἐπιδεής͵ οὐκ ἀέρος μόνον ἰδίου πτωχεύει καὶ πνεύματος τοῦ τὸ θερμὸν διεγείροντος͵ ὅπερ ἔξωθεν πρὸς τὴν τοῦ ζώου συντήρησιν διηνεκῶς ἐπεισάγεται, ἀλλὰ καὶ τὴν ὑπερείδουσαν τὸν τοῦ σώματος ὄγκον τροφὴν ἐπίκτητον ἔχει. Διὰ τοῦτο σιτίοις τε καὶ ποτοῖς ἀναπληροῖ τὸ ἐνδέον͵ ἑλκτικήν τινα τοῦ λείποντος δύναμιν καὶ ἀπωστικὴν τοῦ περιττεύοντος ἐνθεῖσα τῷ σώματι͵ οὐδὲ πρὸς τοῦτο τοῦ ἐγκαρδίου πυρὸς μικρὰν παρεχομένου τῇ φύσει συνέργειαν.

 

Ἐπειδὴ γὰρ τὸ κυριώτατον τῶν ζωτικῶν μορίων κατὰ τὸν ἀποδοθέντα λόγον ἡ καρδία ἐστίν͵ ἡ τῷ θερμῷ πνεύματι ζωπυροῦσα τὰ καθέκαστον μέρη͵ πανταχόθεν αὐτὴν ἐνεργὸν εἶναι τῷ δραστικῷ τῆς δυνάμεως͵ ὁ πλάστης ἡμῶν ἐποίησεν͵ ὡς ἂν μηδὲν αὐτῆς μέρος ἄπρακτόν τε καὶ ἀνόνητον πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν καταλειφθείη. Διὰ τοῦτο κατόπιν μὲν ὑποβᾶσα τὸν πνεύμονα διὰ τῆς διηνεκοῦς κινήσεως καθέλκουσά τε πρὸς ἑαυτὴν τὸ σπλάγχνον͵ ἀνευρύνει πρὸς τὴν ὁλκὴν τοῦ ἀέρος τοὺς πόρους͵ ἀνοχλίζουσά τε πάλιν ἐκπνεῖσθαι τὸ ἐναπειλημμένον παρασκευάζει. Ἐν δὲ τοῖς ἔμπροσθεν ἑαυτῆς προσφυεῖσα τῷ χωρήματι τῆς ἄνω γαστρός͵ ἔνθερμον αὐτὴν καὶ πρὸς τὰς ἰδίας ἐνεργείας κινουμένην ποιεῖ, οὐκ εἰς πνεύματος ὁλκὴν ἀνεγείρουσα͵ ἀλλ' εἰς ὑποδοχὴν τῆς καταλλήλου τροφῆς. Πλησίον μὲν γὰρ πεφύκασιν ἀλλήλων αἱ εἴσοδοι τοῦ πνεύματός τε καὶ τῆς τροφῆς, ἀντιπαρεξιοῦσαι δὲ κατὰ τὸ πρόμηκες ἡ ἑτέρα πρὸς τὴν ἑτέραν͵ καὶ τῷ ἴσῳ μέτρῳ κατὰ τὸ ἄνω συναπαρτίζονται͵ ὥστε καὶ συνεστομῶσθαι πρὸς ἀλλήλας καὶ ἑνὶ στόματι τοὺς πόρους ἐναπολήγειν͵ ὅθεν τῷ μὲν τῆς τροφῆς͵ τῷ δὲ τοῦ πνεύματος ἡ εἴσοδος γίνεται.

 

Ἀλλ' ἐπὶ τὸ βάθος οὐκέτι διαπαντὸς τὸ προσφυὲς παραμένει τῆς συζυγίας τῶν πόρων. Μέση γὰρ τῆς ἑκατέρων ἕδρας ἡ καρδία παρεμπεσοῦσα͵ τῷ μὲν πρὸς ἀναπνοὴν τῷ δὲ πρὸς τροφὴν τὰς δυνάμεις ἐντίθησιν. Πέφυκε γὰρ τὸ πυρῶδες ἐπιζητεῖν τὴν ὑπεκκαίουσαν ὕλην͵ ὃ δὴ καὶ περὶ τὸ δοχεῖον τῆς τροφῆς κατ' ἀνάγκην συμβαίνει. Ὅσῳ γὰρ ἔμπυρον διὰ τῆς γείτονος γίνεται θερμασίας͵ τοσούτῳ μᾶλλον ἐφέλκεται τὰ τὸ θερμὸν ὑποτρέφοντα, τὴν δὲ τοιαύτην ὁρμὴν ὄρεξιν ὀνομάζομεν. [249] Εἰ δὲ περιδράξαιτο τῆς ἀρκούσης ὕλης τὸ περιεκτικὸν τῆς τροφῆς͵ οὐδὲ οὕτως ἠρεμεῖ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀλλὰ καθάπερ ἐν χωνευτηρίῳ σύντηξίν τινα τῆς ὕλης ποιεῖ καὶ διαλύσασα τὰ συνεστῶτα καὶ ἀναχέασα͵ καθάπερ ἐκ χοάνης τινὸς μεταχεῖ πρὸς τοὺς ἐφεξῆς πόρους.

 

Εἶτα τὸ παχυμερέστερον τοῦ εἰλικρινοῦς διακρίνασα͵ τὸ μὲν λεπτὸν δι' ὀχετῶν τινων ἐπὶ τὰς τοῦ ἥπατος ἄγει πύλας, τὴν δὲ ὑλώδη τῆς τροφῆς ὑποστάθμην εἰς τοὺς εὐρυχωροτέρους τῶν ἐντέρων πόρους ἀπώσατο καὶ τοῖς πολυτρόποις αὐτῶν ἑλιγμοῖς ἀναστρέφουσα χρόνῳ͵ παρακατέχει τὴν τροφὴν τοῖς σπλάγχνοις͵ ὡς ἂν μὴ δι' εὐθύτητα τοῦ πόρου ῥᾳδίως ἀποβαλόμενον͵ εὐθὺς ἀνακινοίη τὸ ζῶον πρὸς ὄρεξιν καὶ μηδέποτε παύοιτο τῆς τοιαύτης ἀσχολίας κατὰ τὴν τῶν ἀλόγων φύσιν ὁ ἄνθρωπος. Ἐπεὶ δὲ καὶ τῷ ἥπατι μάλιστα τῆς τοῦ θερμοῦ συνεργίας ἦν χρεία πρὸς τὴν τῶν ὑγρῶν ἐξαιμάτωσιν͵ ἀφέστηκε δὲ τοῦτο τῆς καρδίας κατὰ τὴν θέσιν (οὐ γὰρ ἦν͵ οἶμαι͵ δυνατὸν ἀρχήν τινα καὶ ῥίζαν ζωτικῆς οὖσαν δυνάμεως͵ περὶ τὴν ἑτέραν ἀρχὴν στενοχωρεῖσθαι)͵ ὡς ἂν μή τι τῆς οἰκονομίας ἐν τῇ ἀποστάσει τῆς θερμαντικῆς οὐσίας παραβλαβείη, πόρος νευρώδης (ἀρτηρία δὲ τοῦτο παρὰ τῶν ταῦτα σοφῶν ὀνομάζεται) ἀναδεξάμενος τῆς καρδίας τὸ ἔμπυρον πνεῦμα͵ φέρει παρὰ τὸ ἧπαρ͵ αὐτοῦ που παρὰ τὴν εἴσοδον τῶν ὑγρῶν συνεστομωμένος͵ καὶ ἀναζέσας διὰ τῆς θερμότητος τὴν ὑγρασίαν͵ ἐναποτίθεταί τι τῷ ὑγρῷ τῆς τοῦ πυρὸς συγγενείας͵ τῇ πυροειδεῖ χρόᾳ τὸ τοῦ αἵματος εἶδος καταφοινίξας.

 

Εἶτα ἐκεῖθεν ἀφορμηθέντες δίδυμοί τινες ὀχετοί͵ τὸ οἰκεῖον ἑκάτερος σωληνοειδῶς περιέχοντες πνεῦμά τε καὶ αἷμα͵ ὡς ἂν εὐπόρευτον εἴη͵ τὸ ὑγρόν τε τοῦ θερμοῦ κινήσει συμπαροδεῦον καὶ κουφιζόμενον͵ ἐφ' ἅπαν τὸ σῶμα πολυσχιδῶς κατασπείρονται͵ εἰς μυρίας ὀχετῶν ἀρχάς τε καὶ διαφύσεις κατὰ πᾶν μέρος διασχιζόμενοι. Μιχθεῖσαι δὲ πρὸς ἀλλήλας τῶν ζωτικῶν δυνάμεων αἱ δύο ἀρχαί͵ ἥ τε τὸ θερμὸν πανταχῆ κατὰ τὸ σῶμα καὶ ἡ τὸ ὑγρὸν ἐπιπέμπουσα͵ καθάπερ τινὰ δανεισμὸν ἀναγκαῖον ἐκ τῶν οἰκείων τῇ ἀρχηγικωτέρᾳ τῆς ζωτικῆς οἰκονομίας δυνάμει δωροφοροῦσιν.

 

Ἔστι δ' αὕτη ἡ κατὰ τὰς μήνιγγας καὶ τὸν ἐγκέφαλον θεωρουμένη͵ ἀφ' ἧς πᾶσα μὲν ἄρθρου κίνησις͵ πᾶσα δὲ μυῶν συνολκή͵ πᾶν δὲ προαιρετικὸν πνεῦμα καὶ τοῖς καθέκαστον μορίοις ἐπιπεμπόμενον͵ ἐνεργόν τε καὶ κινούμενον τὸν γήϊνον ἡμῶν ἀνδριάντα͵ καθάπερ ἐκ μηχανῆς τινος ἀποδείκνυσι. Τοῦ τε γὰρ θερμοῦ τὸ καθαρώτατον καὶ τοῦ ὑγροῦ τὸ λεπτότατον παρ' ἑκατέρας δυνάμεως διά τινος μίξεώς τε καὶ ἀνακράσεως ἑνωθέντα͵ τρέφει τε καὶ συνίστησι διὰ τῶν ἀτμῶν τὸν ἐγκέφαλον. Ἀφ' οὗ πάλιν ἐπὶ καθαρώτατον ἐκλεπτυνομένη ἡ ἀπ' ἐκείνου ἀνάδοσις ὑπαλείφει τὸν περιεκτικὸν τοῦ ἐγκεφάλου ὑμένα͵ ὃς ἄνωθεν ἐπὶ τὸ βάθος αὐλοειδῶς διήκων διὰ τῶν καθεξῆς σπονδύλων͵ ἑαυτὸν δὲ καὶ τὸν ἐγκείμενον αὐτῷ μυελὸν διεξάγων͵ τῇ βάσει συναπολήγει τῆς ῥάχεως, πάσαις ὀστέων τε καὶ ἁρμονιῶν συμβολαῖς καὶ μυῶν ἀρχαῖς οἷόν τις ἡνίοχος αὐτὸς ἐνδιδοὺς τῆς καθέκαστον κινήσεώς τε καὶ στάσεως τὴν ὁρμὴν καὶ τὴν δύναμιν.

 

[252] Διὰ τοῦτό μοι δοκεῖ καὶ ἀσφαλεστέρας ἠξιῶσθαι φρουρᾶς καὶ κατὰ μὲν τὴν κεφαλὴν διπλαῖς ὀστέων περιβολαῖς ἐν κύκλῳ διειλημμένος͵ ἐν δὲ τοῖς σπονδύλοις ταῖς τε τῶν ἀκανθῶν προβολαῖς καὶ ταῖς πολυτρόποις κατὰ τὸ σχῆμα διαπλοκαῖς͵ δι' ὧν ἐν ἀπαθείᾳ πάσῃ φυλάττεται͵ διὰ τῆς περιεχούσης αὐτὸν φρουρᾶς τὸ ἀσφαλὲς ἔχων. Ὁμοίως δ' ἄν τις καὶ περὶ τῆς καρδίας στοχάσαιτο͵ ὅτι καθάπερ τις οἶκος ἀσφαλὴς αὕτη διὰ τῶν στεῤῥοτάτων περιηρμόσθη ταῖς τῶν ὀστέων ἐν κύκλῳ περιοχαῖς ὠχυρωμένη. Κατόπιν μὲν γάρ ἐστιν ἡ ῥάχις ταῖς ὠμοπλάταις ἑκατέρωθεν ἠσφαλισμένη. Καθ' ἑκάτερον δὲ πλάγιον ἡ τῶν πλευρῶν θέσις περιπτύσσουσα τὸ μέσον δυσπαθὲς ἀπεργάζεται.

 

Ἐν δὲ τοῖς ἔμπροσθεν τὸ στέρνον καὶ ἡ τῆς κλειδὸς συζυγία προβέβληται͵ ὡς ἂν πανταχόθεν αὐτῇ τὸ ἀσφαλὲς ἀπὸ τῶν ἔξωθεν διοχλούντων φυλάσσοιτο. Οἷον δὲ κατὰ τὴν γεωργίαν ἔστιν ἰδεῖν͵ τῆς ἐκ νεφῶν ἐπομβρίας ἢ τῆς τῶν ὀχετῶν ἐπιῤῥοῆς διάβροχον ποιούσης τὸ ὑποκείμενον. Κῆπος δέ τις ὑποκείσθω τῷ λόγῳ͵ μυρίας μὲν δένδρων διαφοράς͵ παντοδαπὰς δὲ τῶν ἐκ γῆς φυομένων ἰδέας ἐν ἑαυτῷ τρέφων͵ ὧν καὶ τὸ σχῆμα καὶ ἡ ποιότης καὶ ἡ τῆς χρόας ἰδιότης ἐν πολλῇ διαφορᾷ τοῖς καθέκαστον ἐνθεωρεῖται. Τοσούτων τοίνυν κατὰ τὸν ἕνα χῶρον τῷ ὑγρῷ τρεφομένων͵ ἡ μὲν ὑπονοτίζουσα τὰ καθ' ἕκαστον δύναμις μία τις κατὰ τὴν φύσιν ἐστίν, ἡ δὲ τῶν τρεφομένων ἰδιότης εἰς διαφόρους τὸ ὑγρὸν μεταβάλλει ποιότητας. Τὸ γὰρ αὐτὸ πικραίνεται μὲν ἐν τῇ ἀψίνθῳ, εἰς φθοροποιὸν δὲ χυμὸν ἐν τῷ κωνείῳ μεθίσταται, καὶ ἄλλο ἐν ἄλλῳ γίνεται͵ ἐν κρόκῳ͵ ἐν βαλσάμῳ͵ ἐν μήκωνι.

 

Τῷ μὲν γὰρ ἐκθερμαίνεται͵ τῷ δὲ καταψύχεται͵ τῷ δὲ μέσην ἔχει ποιότητα. Καὶ ἐν δάφνῃ καὶ ἐν σχοίνῳ καὶ τοῖς τοιούτοις εὔπνουν ἐστίν, ἐν συκῇ δὲ καὶ ὄχνῃ κατεγλυκάνθη. Καὶ διὰ τῆς ἀμπέλου βότρυς καὶ οἶνος ἐγένετο, καὶ ὁ τοῦ μήλου χυλὸς καὶ τὸ τοῦ ῥόδου ἐρύθρημα καὶ τὸ τοῦ κρίνου λαμπρὸν καὶ τὸ κυανίζον τοῦ ἴου καὶ τὸ πορφυραῖον τῆς ὑακίνθου βαφῆς καὶ πάνθ' ὅσα κατὰ τὴν γῆν ἔστιν ἰδεῖν͵ ἐκ μιᾶς καὶ τῆς αὐτῆς ἰκμάδος ἀναβλαστάνοντα͵ εἰς τοσαύτας διαφορὰς κατά τε τὸ σχῆμα καὶ τὸ εἶδος καὶ τὰς ποιότητας διακρίνεται. Τοιοῦτόν τι καὶ κατὰ τὴν ἔμψυχον ἡμῶν ἄρουραν θαυματοποιεῖται παρὰ τῆς φύσεως͵ μᾶλλον δὲ παρὰ τοῦ Δεσπότου φύσεως. Ὀστέα καὶ χόνδροι͵ φλέβες͵ ἀρτηρίαι͵ νεῦρα͵ σύνδεσμοι͵ σάρκες͵ δέρμα͵ πιμελαί͵ τρίχες͵ ἀδένες͵ ὄνυχες͵ ὀφθαλμοί͵ μυκτῆρες͵ ὦτα͵ πάντα τὰ τοιαῦτα καὶ μυρία πρὸς τούτοις ἄλλα διαφόροις ἰδιότησιν ἀπ' ἀλλήλων κεχωρισμένα͵ μιᾷ τῇ τῆς τροφῆς ἰδέᾳ καταλλήλως τῇ ἑαυτῶν τρέφεται φύσει͵ ὡς ἑκάστῳ τῶν ὑποκειμένων τὴν τροφὴν προσεγγίσασαν͵ ᾧπερ ἂν ἐμπελάσῃ͵ κατ' ἐκεῖνο καὶ ἀλλοιοῦσθαι͵ οἰκείαν καὶ συμφυῆ τῇ τοῦ μέρους ἰδιότητι γινομένην.

 

Εἰ γὰρ κατὰ τὸν ὀφθαλμὸν γένοιτο͵ τῷ ὁρατικῷ μορίῳ συγκατεκράθη͵ [253] καὶ τῶν περὶ τὸν ὀφθαλμὸν χιτώνων ταῖς διαφοραῖς οἰκείως εἰς ἕκαστον κατεμερίσθη, εἰ δὲ τοῖς κατὰ τὴν ἀκοὴν μέρεσιν ἐπιῤῥυῇ͵ τῇ ἀκουστικῇ καταμίγνυται φύσει, καὶ ἐν χείλει γενόμενον͵ χεῖλος ἐγένετο, καὶ ἐν ὀστέῳ πήγνυται καὶ ἐν μυελῷ ἁπαλύνεται καὶ τονοῦται μετὰ τοῦ νεύρου καὶ τῇ ἐπιφανείᾳ συμπεριτείνεται καὶ εἰς ὄνυχας διαβαίνει καὶ εἰς τριχῶν γένεσιν λεπτοποιεῖται τοῖς καταλλήλοις ἀτμοῖς. Εἰ μὲν διὰ σκολιῶν προάγοιτο πόρων͵ οὐλοτέρας τε καὶ κατηγκυλωμένας τὰς τρίχας ἐκφύουσα͵ εἰ δὲ δι' εὐθείας ἡ τῶν τριχοποιῶν ἀτμῶν γένοιτο πρόοδος͵ τεταμένας τε καὶ εὐθείας προάγουσα.

 

Ἀλλὰ πολὺ τῶν προκειμένων ὁ λόγος ἡμῖν ἀποπεπλάνηται͵ τοῖς ἔργοις ἐμβαθύνων τῆς φύσεως καὶ ὑπογράφειν ἐπιχειρῶν͵ ὅπως ἡμῖν καὶ ἐξ ὁποίων συνέστηκε τὰ καθέκαστον͵ τά τε πρὸς τὸ ζῇν καὶ τὰ πρὸς τὸ εὖ ζῇν καὶ εἴ τι μετὰ τούτων ἕτερον κατὰ τὴν πρώτην διαίρεσιν ἐνοήσαμεν. Τὸ γὰρ προκείμενον ἦν δεῖξαι τὴν σπερματικὴν τῆς συστάσεως ἡμῶν αἰτίαν͵ μήτε ἀσώματον εἶναι ψυχὴν͵ μήτε ἄψυχον σῶμα͵ ἀλλ' ἐξ ἐμψύχων τε καὶ ζώντων σωμάτων ζῶν καὶ ἔμψυχον παρὰ τὴν πρώτην ἀπογεννᾶσθαι ζῶον, ἐκδεξαμένην δὲ τὴν ἀνθρωπίνην φύσιν͵ καθάπερ τινὰ τροφὸν ταῖς οἰκείαις δυνάμεσιν αὐτὴν τιθηνήσασθαι, τὴν δὲ τρέφεσθαι κατ' ἀμφότερα καὶ καταλλήλως ἐν ἑκατέρῳ μέρει τὴν αὔξησιν ἐπίδηλον ἔχειν.

 

Εὐθὺς μὲν γὰρ διὰ τῆς τεχνικῆς ταύτης καὶ ἐπιστημονικῆς διαπλάσεως τὴν συμπεπλεγμένην αὐτῇ τῆς ψυχῆς ἐνδείκνυται δύναμιν͵ ἀμυδρότερον μὲν κατὰ τὴν πρώτην ἐκφαινομένην͵ καθεξῆς δὲ τῇ τοῦ ὀργάνου τελειώσει συναναλάμπουσαν. Οἷον δὲ ἐπὶ τῶν λιθογλύφων ἔστιν ἰδεῖν. Πρόκειται μὲν γὰρ τῷ τεχνίτῃ ζώου τινὸς εἶδος ἐν λίθῳ δεῖξαι, τοῦτο δὲ προθέμενος͵ πρῶτον μὲν τὸν λίθον τῆς συμφυοῦς ὕλης ἀπέῤῥηξεν, εἶτα περικόψας αὐτοῦ τὰ περιττά͵ προήγαγέ πως διὰ τοῦ πρώτου σχήματος τῇ μιμήσει τῇ κατὰ πρόθεσιν͵ ὥστε καὶ τὸν ἄπειρον διὰ τῶν φαινομένων τοῦ σκοποῦ τῆς τέχνης καταστοχάσασθαι.

 

Πάλιν ἐπεργασάμενος͵ προσήγγισε πλέον τῇ ὁμοιότητι τοῦ σπουδαζομένου. Εἶτα τὸ τέλειον καὶ ἀκριβὲς εἶδος ἐγχειρουργήσας τῇ ὕλῃ͵ εἰς πέρας τὴν τέχνην προήγαγε· καὶ ἔστι λέων ἢ ὅ,τι ἂν τύχῃ παρὰ τοῦ τεχνίτου γενόμενον͵ ὁ πρὸ βραχέος ἄσημος λίθος, οὐ τῆς ὕλης πρὸς τὸ εἶδος ὑπαμειφθείσης͵ ἀλλὰ τοῦ εἴδους ἐπιτεχνηθέντος τῇ ὕλῃ. Τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς ὁ λογισάμενος͵ τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Τὴν γὰρ πάντα τεχνιτεύουσαν φύσιν ἐκ τῆς ὁμογενοῦς ὕλης λαβοῦσαν ἐν ἑαυτῇ τὸ ἐκ τοῦ ἀνθρώπου μέρος͵ δημιουργεῖν ἀνδριάντα φαμέν.

 

Ὥσπερ δὲ τῇ κατ' ὀλίγον ἐργασίᾳ τοῦ λίθου τὸ εἶδος ἐπηκολούθησεν͵ ἀμυδρότερον μὲν παρὰ τὴν πρώτην͵ τελειότερον δὲ μετὰ τὴν τοῦ ἔργου συμπλήρωσιν, οὕτω καὶ ἐν τῇ τοῦ ὀργάνου γλυφῇ τὸ τῆς ψυχῆς εἶδος κατὰ τὴν ἀναλογίαν τοῦ ὑποκειμένου προφαίνεται͵ ἀτελὲς ἐν τῷ ἀτελεῖ͵ καὶ ἐν τῷ τελείῳ τέλειον. Ἀλλ' ἐξ ἀρχῆς ἂν τέλειον ἦν͵ εἰ μὴ διὰ τῆς κακίας ἡ φύσις ἐκολοβώθη. Διὰ τοῦτο ἡ πρὸς τὴν [256] ἐμπαθῆ καὶ ζωώδη γένεσιν κοινωνία͵ οὐκ εὐθὺς ἐκλάμπειν τὴν θείαν εἰκόνα ἐν τῷ πλάσματι ἐποίησεν͵ ἀλλ' ὁδῷ τινι καὶ ἀκολουθίᾳ διὰ τῶν ὑλικῶν καὶ ζωωδεστέρων τῆς ψυχῆς ἰδιωμάτων ἐπὶ τὸ τέλειον ἄγει τὸν ἄνθρωπον. Τὸ δὲ τοιοῦτον δόγμα καὶ ὁ μέγας Ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους διδάσκει͵ λέγων, Ὅτε ἤμην νήπιος͵ ἐλάλουν ὡς νήπιος͵ ἐλογιζόμην ὡς νήπιος, ὅτε δὲ γέγονα ἀνήρ͵ κατήργησα τὰ τοῦ νηπίου.

 

Οὐκ ἄλλης ἐν τῷ ἀνδρὶ τῆς ψυχῆς ἐπεισελθούσης παρὰ τὴν ἐν τῷ μειρακίῳ νοουμένην͵ ἡ νηπιωδεστέρα καταργεῖται διάνοια καὶ ἡ ἀνδρώδης ἐγγίνεται, ἀλλὰ τῆς αὐτῆς ἐν ἐκείνῳ μὲν τὸ ἀτελές͵ ἐν τούτῳ δὲ διαδεικνυούσης τὸ τέλειον. Ὥσπερ γὰρ τὰ φυόμενά τε καὶ αὐξάνοντα ζῇν λέγομεν͵ πάντα τε τὰ ἐν μετουσίᾳ ζωῆς καὶ φυσικῆς ὄντα κινήσεως͵ οὐκ ἄν τις ἄψυχα φήσειεν͵ οὐ μὴν οὐδὲ τελείας ψυχῆς μετέχειν τὴν τοιαύτην ζωὴν ἔστιν εἰπεῖν. Γενομένη γὰρ ἐν τοῖς φυτοῖς ψυχική τις ἐνέργεια͵ μέχρι τῶν κατ' αἴσθησιν κινημάτων οὐκ ἔφθασε. Πάλιν δὲ κατὰ προσθήκην δύναμίς τις ψυχικὴ τοῖς ἀλόγοις ἐγγινομένη͵ οὐδὲ αὐτὴ τοῦ τέλους ἐφίκετο͵ λόγου τε καὶ διανοίας χάριν ἐν ἑαυτῇ μὴ χωρήσασα.

 

Διὰ τοῦτό φαμεν τὴν μὲν ἀληθῆ καὶ τελείαν ψυχὴν ἀνθρωπίνην εἶναι͵ διὰ πάσης ἐνεργείας γνωριζομένην. Εἰ δέ τι ἄλλο μετέχει ζωῆς͵ ἐν καταχρήσει τινὶ συνηθείας ἔμψυχον λέγομεν͵ μὴ ὅτι τελεία ἐν τούτοις ἐστὶν ἡ ψυχή͵ ἀλλά τινα μέρη ψυχικῆς ἐνεργείας͵ ἃ καὶ ἐν τῷ ἀνθρώπῳ κατὰ τὴν μυστικὴν τοῦ Μωϋσέως ἀνθρωπογονίαν ἐπιγεγενῆσθαι͵ διὰ τὴν πρὸς τὸ ἐμπαθὲς οἰκειότητα μεμαθήκαμεν. Διὰ τοῦτο συμβουλεύων ὁ Παῦλος τοῖς ἀκούειν βουλομένοις τῆς τελειότητος ἔχεσθαι καὶ τὸν τρόπον ὅπως ἂν τοῦ σπουδαζομένου τύχοιεν ὑποτίθεται͵ λέγων͵ ἀπεκδύσασθαι δεῖν τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύσασθαι τὸν νέον͵ τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος. Ἀλλ' ἐπανέλθωμεν πάντες ἐπὶ τὴν θεοειδῆ χάριν ἐκείνην͵ ἐν ᾗ ἔκτισε τὸ κατ' ἀρχὰς τὸν ἄνθρωπον ὁ Θεός͵ εἰπὼν ὅτι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου