Παρασκευή 9 Ιανουαρίου 2015

Περί Κατασκευής του Ανθρώπου - Κεφάλαια 11-16 Ὅτι ἀθεώρητος ἡ τοῦ ἀνθρώπου φύσις



Τί τοίνυν ἐστὶ κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ νοῦς͵ ὁ ἐν αἰσθητικαῖς δυνάμεσιν ἑαυτὸν ἐπιμερίζων καὶ δι' ἑκάστης καταλλήλως τὴν τῶν ὄντων γνῶσιν ἀναλαμβάνων; Ὅτι γὰρ ἄλλο τι παρὰ τὰς αἰσθήσεις ἐστίν͵ οὐκ ἂν οἶμαί τινα τῶν ἐμφρόνων ἀμφιβάλλειν. Εἰ γὰρ ταὐτὸν ἦν τῇ αἰσθήσει͵ πρὸς ἓν πάντως εἶχε τῶν κατ' αἴσθησιν ἐνεργουμένων τὴν οἰκειότητα͵ διὰ τὸ ἁπλοῦν μὲν αὐτὸν εἶναι͵ μηδὲν δὲ ποικίλον ἐν τῷ ἀπλῷ θεωρεῖσθαι. Νυνὶ δὲ πάντων συντιθεμένων͵ ἄλλο μέν τι τὴν ἁφὴν εἶναι͵ ἄλλο δὲ τὴν ὄσφρησιν καὶ τῶν ἄλλων ὡσαύτως ἀκοινωνήτως τε καὶ ἀμίκτως πρὸς ἄλληλα διακειμένων͵ ἐπειδὴ κατὰ τὸ ἴσον ἑκάστῃ καταλλήλως πάρεστιν͵ ἕτερόν τινα πάντως αὐτὸν χρὴ παρὰ τὴν αἰσθητὴν ὑποτίθεσθαι φύσιν͵ ὡς ἂν μή τις ποικιλία τῷ νοητῷ συμμιχθείη.


Τίς ἔγνω νοῦν Κυρίου, φησὶν ὁ Ἀπόστολος. Ἐγὼ δὲ παρὰ τοῦτό φημι͵ Τίς τὸν ἴδιον νοῦν κατενόησεν; Εἰπάτωσαν οἱ τοῦ Θεοῦ τὴν φύσιν ἐντὸς ποιούμενοι τῆς ἑαυτῶν [156] καταλήψεως͵ εἰ ἑαυτοὺς κατενόησαν, εἰ τοῦ ἰδίου νοῦ τὴν φύσιν ἐπέγνωσαν. Πολυμερής τίς ἐστι καὶ πολυσύνθετος. Καὶ πῶς τὸ νοητὸν ἐν συνθέσει ἢ τίς ὁ τῆς τῶν ἑτερογενῶν ἀνακράσεως τρόπος; Ἀλλ' ἁπλοῦς καὶ ἀσύνθετος, καὶ πῶς εἰς τὴν πολυμέρειαν τὴν αἰσθητικὴν διασπείρεται, πῶς ἐν μονότητι τὸ ποικίλον, πῶς ἐν ποικιλίᾳ τὸ ἕν;


Ἀλλ' ἔγνων τῶν ἠπορημένων τὴν λύσιν ἐπ' αὐτὴν ἀναδραμὼν τοῦ Θεοῦ τὴν φωνήν· Ποιήσωμεν γάρ͵ φησίν͵ ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν. Ἡ γὰρ εἰκὼν ἕως ἂν ἐν μηδενὶ λείπηται τῶν κατὰ τὸ ἀρχέτυπον νοουμένων͵ κυρίως ἐστὶν εἰκών· καθ' ὃ δ' ἂν διαπέσῃ τῆς πρὸς τὸ πρωτότυπον ὁμοιότητος͵ κατ' ἐκεῖνο τὸ μέρος εἰκὼν οὐκ ἔστιν. Οὐκοῦν ἐπειδὴ ἓν τῶν περὶ τὴν θείαν φύσιν θεωρουμένων ἐστὶ τὸ ἀκατάληπτον τῆς οὐσίας· ἀνάγκη πᾶσα καὶ ἐν τούτῳ τὴν εἰκόνα πρὸς τὸ ἀρχέτυπον ἔχειν τὴν μίμησιν.


Εἰ γὰρ ἡ μὲν τῆς εἰκόνος φύσις κατελαμβάνετο͵ τὸ δὲ πρωτότυπον ὑπὲρ κατάληψιν ἦν, ἡ ἐναντιότης τῶν ἐπιθεωρουμένων τὸ διημαρτημένον τῆς εἰκόνος διήλεγχεν. Ἐπειδὴ δὲ διαφεύγει τὴν γνῶσιν ἡ κατὰ τὸν νοῦν τὸν ἡμέτερον φύσις͵ ὅς ἐστι κατ' εἰκόνα τοῦ κτίσαντος͵ ἀκριβῆ πρὸς τὸ ὑπερκείμενον ἔχει τὴν ὁμοιότητα͵ τῷ καθ' ἑαυτὸν ἀγνώστῳ χαρακτηρίζων τὴν ἀκατάληπτον φύσιν.








Ἐξέτασις͵ ἐν τίνι τὸ ἡγεμονικὸν νομιστέον͵ ἐν ᾧ καὶ περὶ δακρύων καὶ περὶ γέλωτος φυσιολογία καὶ θεώρημά τι φυσικὸν περὶ τῆς κατὰ τὴν ὕλην καὶ τὴν φύσιν καὶ τὸν νοῦν κοινωνίας


Σιγάτω τοίνυν πᾶσα στοχαστικὴ ματαιολογία τῶν μορίοις τισὶ σωματικοῖς τὴν νοητὴν ἐναποκλειόντων ἐνέργειαν͵ ὧν οἱ μὲν ἐν καρδίᾳ τὸ ἡγεμονικὸν εἶναι τίθενται͵ οἱ δὲ τῷ ἐγκεφάλῳ τὸν νοῦν ἐνδιαιτᾶσθαί φασιν͵ ἐπιπολαίοις τισὶ πιθανότησι τὰς τοιαύτας ἐπινοίας κρατοῦντες. Ὁ μὲν γὰρ τῇ καρδίᾳ προστιθεὶς τὴν ἡγεμονίαν͵ τὴν κατὰ τόπον αὐτῆς θέσιν ποιεῖται τοῦ λόγου τεκμήριον͵ διὰ τὸ δοκεῖν πως τὴν μέσην τοῦ παντὸς σώματος ἐπέχειν χώραν αὐτήν͵ ὡς τῆς προαιρετικῆς κινήσεως εὐκόλως ἐκ τοῦ μέσου πρὸς ἅπαν μεριζομένης σῶμα καὶ οὕτως εἰς ἐνέργειαν προϊούσης. Καὶ μαρτύριον ποιεῖται τοῦ λόγου τὴν λυπηράν τε καὶ θυμώδη τοῦ ἀνθρώπου διάθεσιν͵ ὅτι δοκεῖ πως τὰ τοιαῦτα πάθη συγκινεῖν τὸ μέρος τοῦτο πρὸς τὴν συμπάθειαν. Οἱ δὲ τὸν ἐγκέφαλον ἀφιεροῦντες τῷ λογισμῷ͵ ὥσπερ ἀκρόπολίν τινα τοῦ παντὸς σώματος τὴν κεφαλὴν δεδομῆσθαι παρὰ τῆς φύσεως λέγουσιν· ἐνοικεῖν δὲ ταύτῃ καθάπερ τινὰ βασιλέα τὸν νοῦν͵ οἷόν τισιν ἀγγελιαφόροις ἢ ὑπασπισταῖς͵ τοῖς αἰσθητηρίοις ἐν κύκλῳ δορυφορούμενον. Σημεῖον δὲ καὶ οὗτοι τῆς τοιαύτης ὑπονοίας ποιοῦνται͵ τὸ παράγεσθαι τοῦ καθεστῶτος τὸν λογισμὸν τῶν κεκακωμένων τὰς μήνιγγας͵ καὶ τὸ ἐν ἀγνοίᾳ τοῦ πρέποντος [157] γίνεσθαι τοὺς ἐν μέθῃ καρηβαρήσαντας.


Προστιθέασι δὲ καί τινας φυσικωτέρας αἰτίας τῆς τοιαύτης περὶ τὸ ἡγεμονικὸν ὑπονοίας ἑκάτερος τῶν ταύταις ταῖς δόξαις παρισταμένων. Ὁ μὲν γὰρ πρὸς τὸ πυρῶδες συγγενῶς ἔχειν τὴν ἐκ τῆς διανοίας κίνησιν λέγει͵ διὰ τὸ ἀεικίνητον εἶναι καὶ τὸ πῦρ καὶ τὴν διάνοιαν. Καὶ ἐπειδὴ πηγάζειν ἐν τῷ μορίῳ τῆς καρδίας ἡ θερμότης ὁμολογεῖται, διὰ τοῦτο τῷ εὐκινήτῳ τῆς θερμότητος τὴν τοῦ νοῦ κίνησιν ἀνακεκρᾶσθαι λέγων͵ δοχεῖον τῆς νοερᾶς φύσεως τὴν καρδίαν εἶναί φησιν͵ ἐν ᾗ τὸ θερμὸν περιείληπται. Ὁ δὲ ἕτερος πᾶσι τοῖς αἰσθητηρίοις οἷον ὑποβάθραν τινὰ καὶ ῥίζαν εἶναι λέγει τὴν μήνιγγα (οὕτω γὰρ ὀνομάζουσι τὸν περιεκτικὸν τοῦ ἐγκεφάλου ὑμένα), καὶ τούτῳ πιστοῦνται τὸν ἴδιον λόγον͵ ὡς οὐχ ἑτέρωθι τῆς νοητικῆς ἐνεργείας καθιδρυμένης͵ εἰ μὴ κατ' ἐκεῖνο τὸ μέρος͵ ᾧ καὶ τὸ οὖς ἐφηρμοσμένον τὰς ἐμπιπτούσας αὐτῷ φωνὰς προσαράσσει. Καὶ ἡ ὄψις κατὰ τὸν πυθμένα τῆς τῶν ὀφθαλμῶν ἕδρας συμπεφυκυῖα͵ διὰ τῶν ἐμπιπτόντων ταῖς κόραις εἰδώλων πρὸς τὸ ἔσω ποιεῖται τὴν τύπωσιν. Καὶ τῶν ἀτμῶν αἱ ποιότητες διὰ τῆς τῶν ὀσφρήσεων ὁλκῆς ἐν αὐτῷ διακρίνονται. Καὶ ἡ κατὰ τὴν γεῦσιν αἴσθησις τῇ ἐπικρίσει τῆς μήνιγγος δοκιμάζεται͵ ἐκ τοῦ σύνεγγυς ἐκφύσεις τινὰς νευρώδεις ἀφ' ἑαυτῆς αἰσθητικὰς διὰ τῶν αὐχενίων σπονδύλων ἐπὶ τὸν ἠθμοειδῆ πόρον κατὰ τοὺς αὐτόθι μύας ἐγκαταμιξάσης.


Ἐγὼ δὲ τὸ μὲν ἐπιταράσσεσθαι πολλάκις πρὸς τὰς τῶν παθημάτων ἐπικρατήσεις τὸ διανοητικὸν τῆς ψυχῆς͵ καὶ ἀμβλύνεσθαι τῆς κατὰ φύσιν ἐνεργείας τὸν λογισμὸν ἔκ τινος σωματικῆς περιστάσεως͵ ἀληθὲς εἶναί φημι, καὶ πηγήν τινα τοῦ κατὰ τὸ σῶμα πυρώδους τὴν καρδίαν εἶναι πρὸς τὰς θυμώδεις ὁρμὰς συγκινουμένην. Καὶ ἔτι πρὸς τούτοις͵ τὸ ὑποβεβλῆσθαι τοῖς αἰσθητηρίοις τὴν μήνιγγα κατὰ τὸν λόγον τῶν τὰ τοιαῦτα φυσιολογούντων͵ περιπτυσσομένην ἐν ἑαυτῇ τὸν ἐγκέφαλον καὶ τοῖς ἐκεῖθεν ἀτμοῖς ὑπαλειφομένην͵ τῶν ταῖς ἀνατομικαῖς θεωρίαις ἐσχολακότων τὸ τοιοῦτον ἀκούων͵ οὐκ ἀθετῶ τὸ λεγόμενον. Οὐ μὴν ἀπόδειξιν ποιοῦμαι ταύτην τοῦ τοπικαῖς τισι περιγραφαῖς ἐμπεριειλῆφθαι τὴν ἀσώματον φύσιν.


Τάς τε γὰρ παραφορὰς οὐκ ἐκ μόνης καρηβαρείας γίνεσθαι μεμαθήκαμεν͵ ἀλλὰ καὶ τῶν τὰς πλευρὰς ὑπεζωκότων ὑμένων ἐμπαθῶς διατεθέντων ὁμοίως ἀῤῥωστεῖν τὸ διανοητικὸν διορίζονται οἱ τῆς ἰατρικῆς ἐπιστήμονες͵ φρενῖτιν τὸ πάθος καλοῦντες͵ ἐπειδὴ φρένες τοῖς ὑμέσι τούτοις ἐστὶ τὸ ὄνομα. Καὶ ἡ ἀπὸ τῆς λύπης ἐπὶ τὴν καρδίαν γινομένη συναίσθησις ἐσφαλμένως ὑπονοεῖται. Οὐ γὰρ τῆς καρδίας͵ ἀλλὰ τοῦ στόματος τῆς κοιλίας δριμυσσομένου͵ εἰς τὴν καρδίαν τὸ πάθος ὑπ' ἀπειρίας ἀνάγουσι.


Τοιοῦτον δέ τί φασιν οἱ ἐπεσκεμμένοι δι' ἀκριβείας τὰ πάθη͵ ὅτι συμπτώσεως τῶν πόρων καὶ μύσεως ἐν ταῖς λυπηραῖς διαθέσεσι φυσικῶς περὶ ἅπαν γινομένης [160] τὸ σῶμα͵ πρὸς τὰς ἐν τῷ βάθει κοιλότητας συνωθεῖται πᾶν τὸ πρὸς τὴν διαπνοὴν κωλυόμενον· ὅθεν καὶ τῶν ἀναπνευστικῶν σπλάγχνων στενοχωρουμένων τῷ περιέχοντι͵ βιαιοτέρα πολλάκις ἡ ὁλκὴ τοῦ πνεύματος ὑπὸ τῆς φύσεως γίνεται͵ πρὸς τὴν τῶν συμπεπτωκότων διαστολὴν τὸ στενωθὲν εὐρυνούσης. Τὸ δὲ τοιοῦτον ἆσθμα σύμπτωμα λύπης ποιούμεθα͵ στεναγμὸν αὐτὸ καὶ ἀναποτνιασμὸν ὀνομάζοντες. Ἀλλὰ καὶ τὸ δοκοῦν ὑποθλίβειν τὸ περικάρδιον μέρος͵ οὐ τῆς καρδίας͵ ἀλλὰ τοῦ στόματός ἐστι τῆς γαστρὸς ἀηδία͵ διὰ τῆς αὐτῆς αἰτίας͵ λέγω δὴ τῆς κατὰ τὴν σύμπτωσιν τῶν πόρων͵ τοῦ χοληδόχου ἀγγείου τὸν δριμὺν ἐκεῖνον καὶ δακνώδη χυμὸν ὑπὸ στενοχωρίας ἐπὶ τὸ στόμα τῆς γαστρὸς παρεγχέοντος. Ἀπόδειξις δὲ τούτου τὸ ὕπωχρον γίνεσθαι καὶ ἰκτερώδη τοῖς λυπουμένοις τὴν ἐπιφάνειαν͵ ἀπὸ τῆς ἄγαν συνοχῆς ἐπὶ τὰς φλέβας τὸν ἴδιον χυμὸν τῆς χολῆς ἐπισπειρούσης.


Ἀλλὰ καὶ τὸ ἐξ ἐναντίου γινόμενον πάθος͵ τὸ κατὰ τὴν εὐφροσύνην φημὶ καὶ τὸν γέλωτα͵ μᾶλλον τὸν λόγον συνίστησι. Διαχέονται γάρ πως καὶ διαλύονται δι' ἡδονῆς οἱ τοῦ σώματος πόροι τῶν ἔκ τινος ἀκοῆς ἡδείας διαχεθέντων. Ὡς γὰρ ἐκεῖ διὰ τῆς λύπης μύουσιν αἱ λεπταί τε καὶ ἄδηλοι τῶν πόρων διαπνοαὶ͵ καὶ διασφίγξασαι τὴν ἔνδοθεν τῶν σπλάγχνων διάθεσιν͵ ἐπὶ τὴν κεφαλὴν καὶ τὰς μήνιγγας τὸν νοτερὸν ἀτμὸν ἀναθλίβουσιν͵ ὃς πολὺς ἐναποληφθεὶς ταῖς τοῦ ἐγκεφάλου κοιλότησι͵ διὰ τῶν κατὰ τὴν βάσιν πόρων ἐπὶ τοὺς ὀφθαλμοὺς ἐξωθεῖται͵ τῆς τῶν ὀφρύων συμπτώσεως ἐξελκομένης διὰ σταγόνων τὴν ὑγρασίαν (ἡ δὲ σταγὼν δάκρυον λέγεται), οὕτω μοι νόησον͵ ἐκ τῆς ἐναντίας διαθέσεως πλέον τοῦ συνήθους εὐρυνομένων τῶν πόρων͵ εἰσέλκεσθαί τι πνεῦμα δι' αὐτῶν ἐπὶ τὸ βάθος͵ κἀκεῖθεν πάλιν ἐξωθεῖσθαι παρὰ τῆς φύσεως διὰ τοῦ κατὰ τὸ στόμα πόρου͵ πάντων τῶν σπλάγχνων καὶ μάλιστά γε τοῦ ἥπατος͵ ὥς φασι͵ διά τινος κλόνου καὶ βρασμώδους κινήσεως τὸ τοιοῦτον πνεῦμα συνεξωθούντων. Ὅθεν εὐκολίαν τινὰ τῇ διεξόδῳ τοῦ πνεύματος μηχανωμένη ἡ φύσις͵ ἀνευρύνει τὸν περὶ τὸ στόμα πόρον͵ ἑκατέρωθεν περὶ τὸ ἆσθμα τὰς παρειὰς διαστέλλουσα. Ὄνομα δὲ τῷ γινομένῳ γέλως ἐστίν.


Οὔτε οὖν διὰ τοῦτο τῷ ἥπατι τὸ ἡγεμονικὸν λογιστέον͵ οὔτε διὰ τὴν περικάρδιον ζέσιν τοῦ αἵματος ἐν ταῖς θυμικαῖς διαθέσεσιν͵ ἐν καρδίᾳ νομιστέον εἶναι τοῦ νοῦ τὴν καθίδρυσιν, ἀλλὰ ταῦτα μὲν εἰς τὰς ποιὰς τῶν σωμάτων κατασκευὰς ἀνακτέον. Τὸν δὲ νοῦν ὁμοτίμως ἑκάστῳ τῶν μορίων κατὰ τὸν ἄφραστον τῆς ἀνακράσεως λόγον ἐφάπτεσθαι νομιστέον.


Κἂν τὴν Γραφήν τινες ἡμῖν πρὸς τοῦτο προτείνωνται͵ τῇ καρδίᾳ τὸ ἡγεμονικὸν μαρτυροῦσαν͵ οὐκ ἀνεξετάστως τὸν λόγον δεξόμεθα. Ὁ γὰρ καρδίαν μνησθεὶς καὶ νεφρῶν ἐμνημόνευσεν εἰπών· Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός· ὥστε ἢ ἀμφοτέροις ἢ οὐδετέρῳ τὸ νοερὸν κατακλείουσιν.


Ἀμβλύνεσθαι δὲ τὰς νοητικὰς ἐνεργείας ἢ καὶ παντάπασιν ἀπρακτεῖν ἐν τῇ ποιᾷ διαθέσει τοῦ σώματος διδαχθείς͵ [161] οὐχ ἱκανὸν ποιοῦμαι τοῦτο τεκμήριον͵ τοῦ τόπῳ τινὶ τὴν δύναμιν τοῦ νοῦ περιείργεσθαι͵ ὡς ταῖς ἐπιγινομέναις τοῖς μέρεσι φλεγμοναῖς τῆς οἰκείας εὐρυχωρίας ἐξειργομένης. Σωματικὴ γὰρ ἡ τοιαύτη δόξα͵ τὸ μὴ δύνασθαι προκατειλημμένου τοῦ ἀγγείου διά τινος τῶν ἐμβεβλημένων͵ ἕτερόν τι ἐν αὐτῷ χώραν εὑρεῖν. Ἡ γὰρ νοητὴ φύσις οὔτε ταῖς κενώσεσιν ἐμφιλοχωρεῖ τῶν σωμάτων͵ οὔτε τῷ πλεονάζοντι τῆς σαρκὸς ἐξωθεῖται. Ἀλλ' ἐπειδὴ καθάπερ τι μουσικὸν ὄργανον ἅπαν τὸ σῶμα δεδημιούργηται͵ ὥσπερ συμβαίνει πολλάκις ἐπὶ τῶν μελῳδεῖν μὲν ἐπισταμένων͵ ἀδυνατούντων δὲ δεῖξαι τὴν ἐπιστήμην͵ τῆς τῶν ὀργάνων ἀχρηστίας οὐ παραδεχομένης τὴν τέχνην (τὸ γὰρ ἢ χρόνῳ φθαρὲν ἢ παρεῤῥηγμένον ἐκ καταπτώσεως ἢ ὑπό τινος ἰοῦ καὶ εὐρῶτος ἠχρειωμένον͵ ἄφθογγον μένει καὶ ἀνενέργητον͵ κἂν ὑπὸ τοῦ προέχειν δοκοῦντος κατὰ τὴν αὐλητικὴν τέχνην ἐμπνέηται), οὕτω καὶ ὁ νοῦς δι' ὅλου τοῦ ὀργάνου διήκων καὶ καταλλήλως ταῖς νοητικαῖς ἐνεργείαις͵ καθὸ πέφυκεν͵ ἑκάστῳ τῶν μερῶν προσαπτόμενος͵ ἐπὶ μὲν τῶν κατὰ φύσιν διακειμένων τὸ οἰκεῖον ἐνήργησεν͵ ἐπὶ δὲ τῶν ἀσθενούντων δέξασθαι τὴν τεχνικὴν αὐτοῦ κίνησιν ἄπρακτός τε καὶ ἀνενέργητος ἔμεινε. Πέφυκε γάρ πως ὁ νοῦς πρὸς μὲν τὸ κατὰ φύσιν διακείμενον οἰκείως ἔχειν͵ πρὸς δὲ τὸ παρενεχθὲν ἀπὸ ταύτης ἀλλοτριοῦσθαι.


Καί μοι δοκεῖ φυσικώτερον εἶναί τι κατὰ τὸ μέρος τοῦτο θεώρημα͵ δι' οὗ μαθεῖν ἔστι τι τῶν ἀστειοτέρων δογμάτων. Ἐπειδὴ γὰρ τὸ κάλλιστον πάντων καὶ ἐξοχώτατον ἀγαθὸν αὐτὸ τὸ Θεῖόν ἐστι͵ πρὸς ὃ πάντα νένευκεν͵ ὅσα τοῦ καλοῦ τὴν ἔφεσιν ἔχει͵ διὰ τοῦτό φαμεν καὶ τὸν νοῦν͵ ἅτε κατ' εἰκόνα τοῦ καλλίστου γενόμενον͵ ἕως ἂν μετέχῃ τῆς πρὸς τὸ ἀρχέτυπον ὁμοιότητος καθόσον ἐνδέχεται καὶ αὐτὸν ἐν τῷ καλῷ διαμένειν͵ εἰ δέ πως ἔξω γένοιτο τούτου͵ γυμνοῦσθαι τοῦ κάλλους ἐν ᾧ ἦν. Ὥσπερ δὲ ἔφαμεν τῇ ὁμοιώσει τοῦ πρωτοτύπου κάλλους κατακοσμεῖσθαι τὸν νοῦν͵ οἷόν τι κάτοπτρον τῷ χαρακτῆρι τοῦ ἐμφαινομένου μορφούμενον· κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ τὴν οἰκονομουμένην ὑπ' αὐτοῦ φύσιν ἔχεσθαι τοῦ νοῦ λογιζόμεθα καὶ τῷ παρακειμένῳ κάλλει καὶ αὐτὴν κοσμεῖσθαι οἷόν τι κατόπτρου κάτοπτρον γινομένην· κρατεῖσθαι δὲ ὑπὸ ταύτης καὶ συνέχεσθαι τὸ ὑλικὸν τῆς ὑποστάσεως͵ περὶ ἣν θεωρεῖται ἡ φύσις.


Ἕως ἂν οὖν ἔχηται τοῦ ἑτέρου τὸ ἕτερον͵ διὰ πάντων ἀναλόγως ἡ τοῦ ὄντως κάλλους κοινωνία διέξεισι, διὰ τοῦ ὑπερκειμένου τὸ προσεχὲς καλλωπίζουσα. Ἐπειδὰν δέ τις γένηται τῆς ἀγαθῆς ταύτης συμφυΐας διασπασμός͵ ἢ καὶ πρὸς τὸ ἔμπαλιν͵ ἀντακολουθῇ τῷ ὑποβεβηκότι τὸ ὑπερέχον, τότε αὐτῆς τε τῆς ὕλης͵ ὅταν μονωθῇ τῆς φύσεως͵ διηνέχθη τὸ ἄσχημον (ἄμορφον γάρ τι καθ' ἑαυτὴν ἡ ὕλη καὶ ἀκατάσκευον) καὶ τῇ ἀμορφίᾳ ταύτης συνδιεφθάρη τὸ κάλλος τῆς φύσεως, ἣ διὰ τοῦ νοῦ καλλωπίζεται. Καὶ οὕτως ἐπ' αὐτὸν τὸν νοῦν τοῦ κατὰ τὴν ὕλην [164] αἴσχους διὰ τῆς φύσεως ἡ διάδοσις γίνεται͵ ὡς μηκέτι τοῦ Θεοῦ τὴν εἰκόνα ἐν τῷ χαρακτῆρι καθορᾶσθαι τοῦ πλάσματος. Οἷον γάρ τι κάτοπτρον κατὰ νώτου τὴν τῶν ἀγαθῶν ἰδέαν ὁ νοῦς ποιησάμενος͵ ἐκβάλλει μὲν τῆς ἐκλάμψεως τοῦ ἀγαθοῦ τὰς ἐμφάσεις͵ τῆς δὲ ὕλης τὴν ἀμορφίαν εἰς ἑαυτὸν ἀναμάσσεται.


Καὶ τούτῳ γίνεται τῷ τρόπῳ τοῦ κακοῦ ἡ γένεσις͵ διὰ τῆς ὑπεξαιρέσεως τοῦ καλοῦ παρυφισταμένη, καλὸν δὲ πᾶν͵ ὅπερ ἂν τύχῃ πρὸς τὸ πρῶτον ἀγαθὸν οἰκείως ἔχον, ὅ,τι δ' ἂν ἔξω γένηται τῆς πρὸς τοῦτο σχέσεώς τε καὶ ὁμοιώσεως͵ ἄμοιρον τοῦ καλοῦ πάντως ἐστίν. Εἰ οὖν ἓν μὲν κατὰ τὸν θεωρηθέντα λόγον τὸ ὄντως ἀγαθόν, ὁ δὲ νοῦς τῷ κατ' εἰκόνα τοῦ καλοῦ γεγενῆσθαι καὶ αὐτὸς ἔχει τὸ καλὸς εἶναι, ἡ δὲ φύσις ἡ ὑπὸ τοῦ νοῦ συνεχομένη͵ καθάπερ τις εἰκὼν εἰκόνος ἐστί, δείκνυται διὰ τούτων͵ ὅτι τὸ ὑλικὸν ἡμῶν συνέστηκε μὲν καὶ περικρατεῖται͵ ὅταν οἰκονομῆται ὑπὸ τῆς φύσεως, λύεται δὲ καὶ διαπίπτει πάλιν͵ ὅταν χωρισθῇ τοῦ περικρατοῦντός τε καὶ συνέχοντος καὶ διασπασθῇ τῆς πρὸς τὸ καλὸν συμφυΐας. 


Τὸ δὲ τοιοῦτον οὐκ ἄλλως γίνεται ἢ ὅταν τῆς φύσεως πρὸς τὸ ἔμπαλιν γένηται ἡ ἐπιστροφή͵ μὴ πρὸς τὸ καλὸν τῆς ἐπιθυμίας νευούσης͵ ἀλλὰ πρὸς τὸ χρῇζον τοῦ καλλωπίζοντος. Ἀνάγκη γὰρ πᾶσα τῇ πτωχευούσῃ τῆς ἰδίας μορφῆς ὕλῃ κατὰ τὸ ἄσχημόν τε καὶ ἀκαλλὲς συμμεταμορφοῦσθαι τὸ ὁμοιούμενον.


Ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐξ ἀκολουθίας τινὸς παρεξητάσθη͵ διὰ τῆς εἰς τὸ προκείμενον θεωρίας ἐπεισελθόντα. Τὸ γὰρ ζητούμενον ἦν͵ εἰ ἐν μέρει τινὶ τῶν ἐν ἡμῖν ἡ νοερὰ καθίδρυται δύναμις ἢ διὰ πάντων κατὰ τὸ ἴσον διήκει. Τῶν γὰρ τοπικοῖς μέρεσι περιειργόντων τὸν νοῦν καὶ εἰς σύστασιν τῆς τοιαύτης αὐτῶν ὑπολήψεως προφερόντων͵ τὸ μὴ εὐοδοῦσθαι τὴν διάνοιαν ἐπὶ τῶν παρὰ φύσιν διακειμένων τὰς μήνιγγας, ἀπέδειξεν ὁ λόγος͵ ὅτι κατὰ πᾶν μέρος τοῦ ἀνθρωπίνου συγκρίματος͵ καθ' ὃ πέφυκεν ἕκαστος ἐνεργεῖν͵ ἴσως ἡ τῆς ψυχῆς δύναμις ἀνενέργητος μένει͵ μὴ διαμένοντος ἐν τῇ φύσει τοῦ μέρους. Καὶ διὰ τοῦτο ἐξ ἀκολουθίας τὸ προτεθὲν παρενέπεσε τῷ λόγῳ θεώρημα͵ δι' οὗ μανθάνομεν͵ ἐν τῷ ἀνθρωπίνῳ συγκρίματι ὑπὸ Θεοῦ μὲν διοικεῖσθαι τὸν νοῦν͵ ὑπ' ἐκείνου δὲ τὴν ὑλικὴν ἡμῶν ζωὴν͵ ὅταν ἐν τῇ φύσει μένῃ͵ εἰ δὲ παρατραπείη τῆς φύσεως, καὶ τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἀλλοτριοῦσθαι. 


Ἀλλ' ἐπανέλθωμεν πάλιν ὅθεν ἐξέβημεν͵ ὅτι ἐπὶ τῶν μὴ παρατραπέντων ἐκ πάθους τινὸς τῆς φυσικῆς καταστάσεως τὴν οἰκείαν δύναμιν ὁ νοῦς ἐνεργεῖ͵ καὶ ἔῤῥωται μὲν ἐπὶ τῶν συνεστώτων͵ ἀδυνατεῖ δὲ πάλιν ἐπὶ τῶν μὴ χωρούντων αὐτοῦ τὴν ἐνέργειαν. Ἔστι γὰρ καὶ δι' ἑτέρων τὸ περὶ τούτων δόγμα πιστώσασθαι, καὶ εἰ μὴ βαρὺ τῇ ἀκοῇ τῶν προκεκμηκότων ἤδη τῷ λόγῳ͵ καὶ περὶ τούτων͵ ὡς ἂν οἷοί τε ὦμεν͵ δι' ὀλίγων διαληψώμεθα.







Περὶ ὕπνου καὶ χάσμης καὶ ὀνείρων αἰτιολογία


Ἡ ὑλικὴ καὶ ῥοώδης αὕτη τῶν σωμάτων ζωή͵ πάντοτε διὰ κινήσεως προϊοῦσα͵ ἐν τούτῳ ἔχει τοῦ εἶναι τὴν δύναμιν͵ ἐν τῷ μὴ στῆναί ποτε τῆς κινήσεως. Καθάπερ δέ τις ποταμὸς κατὰ τὴν ἰδίαν ῥέων ὁρμὴν͵ πλήρη μὲν δείκνυσι τὴν κοιλότητα δι' ἧς ἂν τύχῃ φερόμενος͵ οὐ μὴν ἐν τῷ αὐτῷ ὕδατι περὶ τὸν αὐτὸν ἀεὶ τόπον ὁρᾶται͵ ἀλλὰ τὸ μὲν ὑπέδραμεν αὐτοῦ͵ τὸ δὲ ὑπεῤῥέει, οὕτω καὶ τὸ ὑλικὸν τῆς τῇδε ζωῆς διά τινος κινήσεως καὶ ῥοῆς τῇ συνεχείᾳ τῆς τῶν ἐναντίων διαδοχῆς ἀμείβεται͵ ὡς ἂν μηδέποτε στῆναι δύνασθαι τῆς μεταβολῆς͵ ἀλλὰ τῇ δυνάμει τοῦ ἀτρεμεῖν ἄπαυστον ἔχειν διὰ τῶν ὁμοίων ἐναμειβομένην τὴν κίνησιν. Εἰ δέ ποτε κινούμενον παύσοιτο͵ καὶ τοῦ εἶναι πάντως τὴν παῦλαν ἕξει·


οἷον͵ διεδέξατο τὸ πλῆρες ἡ κένωσις καὶ πάλιν ἀντεισῆλθεν ἡ πλήρωσις τῇ κενότητι. Ὕπνος τὸ σύντονον τῆς ἐγρηγόρσεως ὑπεχάλασεν͵ εἶτα ἐγρήγορσις τὸ ἀνειμένον ἐτόνωσε. Καὶ οὐδέτερον τούτων ἐν τῷ διηνεκεῖ συμμένει͵ ἀλλ' ὑποχωρεῖ ταῖς παρουσίαις ἀλλήλων ἀμφότερα͵ οὕτω τῆς φύσεως ἑαυτὴν ταῖς ὑπαλλαγαῖς ἀνακαινιζούσης͵ ὡς ἑκατέρων ἐν τῷ μέρει μεταλαγχάνουσαν ἀδιασπάστως ἀπὸ τοῦ ἑτέρου μεταβαίνειν ἐπὶ τὸ ἕτερον. Τό τε γὰρ διαπαντὸς συντετάσθαι ταῖς ἐνεργείαις τὸ ζῶον͵ ῥῆξίν τινα καὶ διασπασμὸν τῶν ὑπερτεινομένων ποιεῖται μερῶν, ἥ τε διηνεκὴς τοῦ σώματος ἄνεσις διάπτωσίν τινα τοῦ συνεστῶτος καὶ λύσιν ἐργάζεται. Τὸ δὲ κατὰ καιρὸν μετρίως ἑκατέρων ἐπιτυγχάνειν͵ δύναμις πρὸς διαμονήν ἐστι τῆς φύσεως͵ διὰ τῆς διηνεκοῦς πρὸς τὰ ἀντικείμενα μεταβάσεως ἐν ἑκατέροις ἑαυτὴν ἀπὸ τῶν ἑτέρων ἀναπαυούσης. Οὕτω τοίνυν τετονωμένον διὰ τῆς ἐγρηγόρσεως τὸ σῶμα λαβοῦσα͵ λύσιν ἐμποιεῖ διὰ τοῦ ὕπνου τῷ τόνῳ͵ τὰς αἰσθητικὰς δυνάμεις πρὸς καιρὸν ἐκ τῶν ἐνεργειῶν ἀναπαύσασα͵ οἷόν τινας ἵππους μετὰ τοὺς ἀγῶνας τῶν ἁρμάτων ἐκλύσασα.


Ἀναγκαία δὲ τῇ συστάσει τοῦ σώματος ἡ εὔκαιρος ἄνεσις͵ ὡς ἂν ἀκωλύτως ἐφ' ἅπαν τὸ σῶμα διὰ τῶν ἐν αὐτῷ πόρων ἡ τροφὴ διαχέοιτο͵ μηδενὸς τόνου τῇ διόδῳ παρεμποδίζοντος. Καθάπερ γὰρ ἐκ τῆς διαβρόχου γῆς͵ ὅταν ἐπιλάμψῃ θερμοτέραις ἀκτῖσιν ὁ ἥλιος͵ ἀτμοί τινες ὀμιχλώδεις ἀπὸ τοῦ βάθους ἀνέλκονται, ὅμοιόν τι γίνεται καὶ ἐν τῇ καθ' ἡμᾶς γῇ͵ τῆς τροφῆς ἔσωθεν ὑπὸ τῆς φυσικῆς θερμότητος ἀναζεούσης. Ἀνωφερεῖς δὲ ὄντες οἱ ἀτμοὶ κατὰ φύσιν καὶ ἀερώδεις καὶ πρὸς τὸ ὑπερκείμενον ἀναπνέοντες ἐν τοῖς κατὰ τὴν κεφαλὴν γίνονται χωρίοις͵ οἷόν τις καπνὸς εἰς ἁρμονίαν τοίχου διαδυόμενος· εἶτα ἐντεῦθεν ἐπὶ τοὺς τῶν αἰσθητηρίων πόρους ἐξατμιζόμενοι διαφοροῦνται͵ δι' ὧν ἀργεῖ κατ' ἀνάγκην ἡ αἴσθησις͵ τῇ παρόδῳ τῶν ἀτμῶν ἐκείνων ὑπεξιοῦσα. Αἱ μὲν γὰρ ὄψεις τοῖς βλεφάροις ἐπιλαμβάνονται͵ οἷόν τινος μηχανῆς μολυβδίνης͵ τοῦ τοιούτου λέγω βάρους͵ τοῖς ὀφθαλμοῖς ἐπιχαλώσης τὸ βλέφαρον. Παχυνθεῖσα δὲ τοῖς αὐτοῖς τούτοις ἀτμοῖς ἡ ἀκοή͵ καθάπερ θύρας τινὸς τοῖς ἀκουστικοῖς μορίοις ἐπιτεθείσης͵ ἡσυχίαν ἀπὸ τῆς κατὰ φύσιν ἐνεργείας ἄγει· καὶ τὸ τοιοῦτον πάθος ὕπνος ἐστίν͵ ἀτρεμούσης ἐν τῷ σώματι τῆς αἰσθήσεως [168] καὶ παντάπασιν ἐκ τῆς κατὰ φύσιν κινήσεως ἀπρακτούσης͵ ὡς ἂν εὐπόρευτοι γένωνται τῆς τροφῆς αἱ ἀναδόσεις͵ δι' ἑκάστου τῶν πόρων τοῖς ἀτμοῖς συνδιεξιούσης.


Καὶ τούτου χάριν εἰ στενοχωροῖτο μὲν ὑπὸ τῆς ἔνδοθεν ἀναθυμιάσεως ἡ περὶ τὰ αἰσθητήρια διασκευή͵ κωλύοιτο δὲ κατά τινα χρείαν ὁ ὕπνος, πλῆρες γενόμενον τῶν ἀτμῶν τὸ νευρῶδες͵ αὐτὸ ὑφ' ἑαυτοῦ φυσικῶς διατείνεται͵ ὡς διὰ τῆς ἐκτάσεως τὸ παχυνθὲν ὑπὸ τῶν ἀτμῶν μέρος ἐκλεπτυνθῆναι, οἷόν τι ποιοῦσιν οἱ διὰ τῆς σφοδροτέρας στρεβλώσεως τὸ ὕδωρ τῶν ἱματίων ἐκθλίβοντες. Καὶ ἐπειδὴ κυκλοτερῆ τὰ περὶ τὸν φάρυγγα μέρη͵ πλεονάζει δὲ τὸ νευρῶδες ἐν τούτοις, ὅταν καὶ ἀπὸ τούτων ἐξωσθῆναι δέοι τὴν τῶν ἀτμῶν παχυμέρειαν (ἐπειδὴ ἀμήχανόν ἐστι δι' εὐθείας ἀποτεῖναι τὸ κυκλοειδὲς μέρος͵ εἰ μὴ κατὰ τὸ περιφερὲς σχῆμα διαταθείη), τούτου χάριν ἀποληφθέντος ἐν τῇ χάσμῃ τοῦ πνεύματος͵ ὅτε ὁ ἀνθερεὼν ἐπὶ τὸ κάτω τοῖς γαργαρεῶσιν ὑποκοιλαίνεται καὶ τῶν ἐντὸς πάντων εἰς κύκλου σχῆμα διαταθέντων͵ ἡ λιγνυώδης ἐκείνη παχύτης ἡ ἐναπειλημμένη τοῖς μέρεσι συνδιαπνεῖται τῇ διεξόδῳ τοῦ πνεύματος. Πολλάκις δὲ καὶ μετὰ τὸν ὕπνον οἶδε τὸ τοιοῦτον συμβαίνειν͵ ὅταν τι τῶν ἀτμῶν ἐκείνων περιλειφθείη τοῖς τόποις ἄπεμπτόν τε καὶ ἀδιάπνευστον.


Ἐκ τούτων τοίνυν ὁ ἀνθρώπινος νοῦς δείκνυσιν ἐναργῶς ὅτι τῆς φύσεως ἔχεται͵ συνεστώσης μὲν καὶ ἐγρηγορυίας καὶ αὐτὸς συνεργῶν καὶ κινούμενος, παρεθείσης δὲ τῷ ὕπνῳ͵ μένων ἀκίνητος͵ εἰ μή τις ἄρα τὴν ὀνειρώδη φαντασίαν νοῦ κίνησιν ὑπολάβοι κατὰ τὸν ὕπνον ἐνεργουμένην. Ἡμεῖς δέ φαμεν μόνην δεῖν τὴν ἔμφρονά τε καὶ συνεστῶσαν τῆς διανοίας ἐνέργειαν ἐπὶ τὸν νοῦν ἀναφέρειν, τὰς δὲ κατὰ τὸν ὕπνον φαντασιώδεις φλυαρίας ἰνδάλματά τινα τῆς κατὰ τὸν νοῦν ἐνεργείας οἰόμεθα τῷ ἀλογωτέρῳ τῆς ψυχῆς εἴδει κατὰ τὸ συμβὰν διαπλάττεσθαι. Τῶν γὰρ αἰσθήσεων τὴν ψυχὴν ἀπολυθεῖσαν διὰ τοῦ ὕπνου καὶ τῶν κατὰ νοῦν ἐνεργειῶν ἐκτὸς εἶναι κατ' ἀνάγκην συμβαίνει. Διὰ γὰρ τούτων πρὸς τὸν ἄνθρωπον ἡ τοῦ νοῦ συνανάκρασις γίνεται, τῶν οὖν αἰσθήσεων παυσαμένων͵ ἀργεῖν ἀνάγκη καὶ τὴν διάνοιαν. Τεκμήριον δὲ τὸ καὶ ἐν ἀτόποις καὶ ἐν ἀμηχάνοις πολλάκις δοκεῖν εἶναι τὸν φανταζόμενον, ὅπερ οὐκ ἂν ἐγένετο͵ λογισμῷ καὶ διανοίᾳ τῆς ψυχῆς τηνικαῦτα διοικουμένης.


Ἀλλά μοι δοκεῖ ταῖς προτιμοτέραις τῶν δυνάμεων τῆς ψυχῆς ἠρεμούσης (φημὶ δὲ ταῖς κατὰ τὸν νοῦν καὶ τὴν αἴσθησιν ἐνεργείαις) μόνον τὸ θρεπτικὸν αὐτῆς μέρος ἐνεργὸν κατὰ τὸν ὕπνον εἶναι͵ ἐν δὲ τούτῳ τῶν καθ' ὕπαρ γενομένων εἴδωλά τινα καὶ ἀπηχήματα τῶν τε κατ' αἴσθησιν καὶ τῶν κατὰ διάνοιαν ἐνεργουμένων͵ ἅπερ αὐτῷ διὰ τοῦ μνημονευτικοῦ τῆς ψυχῆς εἴδους ἐνετυπώθη, ταῦτα καθὼς ἔτυχεν ἀναζωγραφεῖσθαι͵ ἀπηχήματός τινος μνημονικοῦ τῷ τοιούτῳ εἴδει τῆς ψυχῆς παραμείναντος.


Ἐν τούτοις οὖν φαντασιοῦται ὁ ἄνθρωπος͵ οὐχ εἱρμῷ τινι πρὸς τὴν τῶν φαινομένων ὁμιλίαν ἀγόμενος͵ ἀλλὰ πεφυρμέναις τισὶ καὶ ἀνακολούθοις ἀπάταις περιπλανώμενος. Καθάπερ δὲ κατὰ τὰς σωματικὰς ἐνεργείας͵ [169] τῶν μερῶν ἰδιαζόντως τι κατὰ τὴν ἐγκειμένην αὐτῷ φυσικῶς δύναμιν ἐνεργοῦντος γίνεταί τις καὶ τοῦ ἠρεμοῦντος μέρους πρὸς τὸ κινούμενον συνδιάθεσις, ἀναλόγως καὶ ἐπὶ τῆς ψυχῆς͵ κἂν τὸ μὲν αὐτῆς ἠρεμοῦν͵ τὸ δὲ κινούμενον τύχῃ͵ τὸ ὅλον τῷ μέρει συνδιατίθεται. Οὐδὲ γὰρ ἐνδέχεται συνδιασπασθῆναι πάντη τὴν κατὰ φύσιν ἑνότητα͵ κρατούσης ἐν μέρει τινὸς τῶν κατ' αὐτὴν δυνάμεων διὰ τῆς ἐνεργείας. Ἀλλ' ὥσπερ ἐγρηγορότων τε καὶ σπουδαζόντων ἐπικρατεῖ μὲν ὁ νοῦς͵ ὑπηρετεῖ δὲ ἡ αἴσθησις͵ οὐκ ἀπολείπεται δὲ τούτων ἡ διοικητικὴ τοῦ σώματος δύναμις (ὁ μὲν γὰρ νοῦς πορίζει τὴν τροφὴν τῇ χρείᾳ͵ ἡ δὲ αἴσθησις τὸ πορισθὲν ὑπεδέξατο͵ ἡ δὲ θρεπτικὴ τοῦ σώματος δύναμις ἑαυτῇ τὸ δοθὲν προσῳκείωσεν)· οὕτω καὶ κατὰ τὸν ὕπνον ἀντιμεθίσταταί πως ἐν ἡμῖν ἡ τῶν δυνάμεων τούτων ἡγεμονία, καὶ κρατοῦντος τοῦ ἀλογωτέρου παύεται μὲν ἡ τῶν ἑτέρων ἐνέργεια͵ οὐ μὴν παντελῶς ἀποσβέννυται. Ἐπειγομένης δὲ τηνικαῦτα διὰ τοῦ ὕπνου πρὸς τὴν πέψιν τῆς θρεπτικῆς δυνάμεως καὶ πᾶσαν τὴν φύσιν πρὸς ἑαυτὴν ἀσχολούσης͵ οὔτε παντελῶς διασπᾶται ταύτης ἡ κατ' αἴσθησιν δύναμις (οὐ γὰρ ἐνδέχεται τὸ ἅπαξ συμπεφυκὸς διατέμνεσθαι)͵ οὔτε ἀναλάμπειν ἡ αὐτῆς ἐνέργεια δύναται͵ τῇ τῶν αἰσθητηρίων ἀργίᾳ κατὰ τὸν ὕπνον ἐμπεδηθεῖσα. Κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ τοῦ νοῦ πρὸς τὸ αἰσθητικὸν εἶδος τῆς ψυχῆς οἰκειουμένου͵ ἀκόλουθον ἂν εἴη καὶ κινουμένου τούτου συγκινεῖσθαι λέγειν αὐτὸν καὶ ἠρεμοῦντος συγκαταπαύεσθαι.


Οἷον δέ τι περὶ τὸ πῦρ γίνεσθαι πέφυκεν͵ ὅταν μὲν ὑποκρυφθῇ τοῖς ἀχύροις ἁπανταχόθεν͵ μηδεμιᾶς ἀναπνοῆς ἀναῤῥιπιζούσης τὴν φλόγα͵ οὔτε τὰ προσπαρακείμενα νέμεται͵ οὔτε παντελῶς κατασβέννυται͵ ἀλλ' ἀντὶ φλογὸς ἀτμός τις διὰ τῶν ἀχύρων ἐπὶ τὸν ἀέρα διέξεισιν͵ εἰ δέ τινος λάβοιτο διαπνοῆς͵ φλόγα τὸν καπνὸν ἀπεργάζεται· τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς τῇ ἀπραξίᾳ τῶν αἰσθήσεων κατὰ τὸν ὕπνον συγκαλυφθεὶς͵ οὔτε ἐκλάμπειν δι' αὐτῶν δυνατῶς ἔχει͵ οὔτε μὴν παντελῶς κατασβέννυται· ἀλλ' οἷον καπνοειδῶς κινεῖται͵ τὸ μέν τι ἐνεργῶν͵ τὸ δὲ οὐ δυνάμενος.


Καὶ ὥσπερ τις μουσικὸς κεχαλασμέναις ταῖς χορδαῖς τῆς λύρας ἐμβαλὼν τὸ πλῆκτρον͵ οὐ κατὰ ῥυθμὸν προάγει τὸ μέλος, οὐ γὰρ ἂν τὸ μὴ συντεταμένον ἠχήσειεν, ἀλλ' ἡ μὲν χεὶρ τεχνικῶς πολλάκις κινεῖται͵ πρὸς τὴν τοπικὴν θέσιν τῶν τόνων τὸ πλῆκτρον ἄγουσα͵ τὸ δὲ ἠχοῦν οὐκ ἔστιν͵ εἰ μὴ ὅσον ἄσημόν τινα καὶ ἀσύντακτον ἐν τῇ κινήσει τῶν χορδῶν ὑπηχεῖ τὸν βόμβον, οὕτω διὰ τοῦ ὕπνου τῆς ὀργανικῆς τῶν αἰσθητηρίων κατασκευῆς χαλασθείσης ἢ καθόλου ἠρεμεῖ ὁ τεχνίτης͵ εἴπερ τελείαν λύσιν ἐκ πληθώρας τινὸς καὶ βάρους πάθοι τὸ ὄργανον͵ ἢ ἀτόνως τε καὶ ἀμυδρῶς ἐνεργήσει͵ οὐχ ὑποδεχομένου τοῦ αἰσθητικοῦ ὀργάνου δι' ἀκριβείας τὴν τέχνην.


Διὰ τοῦτο ἥ τε μνήμη συγκεχυμένη καὶ ἡ πρόγνωσις προκαλύμμασί τισιν ἀμφιβόλοις ἐπινυστάζουσα͵ ἐν εἰδώλοις τῶν καθ' ὕπαρ σπουδαζομένων φαντασιοῦται καί τι τῶν ἐκβαινόντων πολλάκις ἐμήνυσε. Τῷ γὰρ λεπτῷ τῆς φύσεως͵ ἔχει τι πλέον παρὰ τὴν σωματικὴν παχυμέρειαν εἰς τὸ καθορᾷν τι τῶν ὄντων δύνασθαι. Οὐ μὴν δι' εὐθείας τινὸς δύναται [172] διασαφεῖν τὸ λεγόμενον͵ ὡς τηλαυγῆ τε καὶ πρόδηλον εἶναι τὴν τῶν προκειμένων διδασκαλίαν, ἀλλὰ λοξὴ καὶ ἀμφίβολος τοῦ μέλλοντος ἡ δήλωσις γίνεται͵ ὅπερ αἴνιγμα λέγουσιν οἱ τὰ τοιαῦτα ὑποκρινόμενοι.


Οὕτως ὁ οἰνοχόος ἐκθλίβει τὴν βότρυν τῇ κύλικι τοῦ Φαραώ, οὕτω κανηφορεῖν ὁ σιτοποιὸς ἐφαντάσθη͵ ἐν οἷς καθ' ὕπαρ ἑκάτερος τὴν σπουδὴν εἶχεν͵ ἐν τούτοις εἶναι καὶ διὰ τῶν ὀνείρων οἰόμενος. Τῶν γὰρ συνήθων αὐτοῖς ἐπιτηδευμάτων τὰ εἴδωλα τῷ προγνωστικῷ τῆς ψυχῆς ἐντυπωθέντα͵ παρέσχεν ἐπὶ καιροῦ τῶν ἐκβησομένων διὰ τῆς τοιαύτης τοῦ νοῦ προφητείας καταμαντεύσασθαι.


Εἰ δὲ Δανιὴλ καὶ Ἰωσὴφ καὶ οἱ κατ' ἐκείνους θείᾳ δυνάμει μηδεμιᾶς αὐτοὺς ἐπιθολούσης αἰσθήσεως τὴν τῶν μελλόντων γνῶσιν προεπαιδεύοντο͵ οὐδὲν τοῦτο πρὸς τὸν προκείμενον λόγον. Οὐδὲ γὰρ ἄν τις ταῦτα τῇ δυνάμει τῶν ἐνυπνίων λογίσαιτο͵ ἐπεὶ πάντως ἐκ τοῦ ἀκολούθου καὶ τὰς καθ' ὕπαρ γινομένας θεοφανείας οὐκ ὀπτασίαν͵ ἀλλὰ φύσεως ἀκολουθίαν κατὰ τὸ αὐτόματον ἐνεργουμένην οἰήσεται. Ὥσπερ τοίνυν πάντων ἀνθρώπων κατὰ τὸν ἴδιον νοῦν διοικουμένων͵ ὀλίγοι τινές εἰσιν οἱ τῆς θείας ὁμιλίας ἐκ τοῦ ἐμφανοῦς ἀξιούμενοι, οὕτω κοινῶς πᾶσι καὶ ὁμοτίμως τῆς ἐν ὕπνοις φαντασίας κατὰ φύσιν ἐγγινομένης͵ μετέχουσί τινες͵ οὐχὶ πάντες͵ θειοτέρας τινὸς διὰ τῶν ὀνείρων τῆς ἐμφανείας. Τοῖς δ' ἄλλοις πᾶσι κἂν γένηταί τις ἐξ ἐνυπνίων περί τι πρόγνωσις͵ κατὰ τὸν εἰρημένον γίνεται τρόπον.



Εἰ δὲ καὶ ὁ Αἰγύπτιος καὶ ὁ Ἀσσύριος τύραννος θεόθεν πρὸς τὴν τῶν μελλόντων ὡδηγοῦντο γνῶσιν͵ ἑτερόν ἐστι τὸ διὰ τούτων οἰκονομούμενον, φανερωθῆναι γὰρ ἔδει κεκρυμμένην τὴν τῶν ἁγίων σοφίαν͵ ὡς ἂν μὴ ἄχρηστος τῷ κοινῷ παραδράμῃ τὸν βίον. Πῶς γὰρ ἐγνώσθη τοιοῦτος ὢν Δανιήλ͵ μὴ τῶν ἐπαοιδῶν καὶ μάγων πρὸς τὴν εὕρεσιν τῆς φαντασίας ἀτονησάντων͵ Πῶς δ' ἂν περιεσώθη τὸ Αἰγύπτιον ἔθνος͵ ἐν δεσμωτηρίῳ καθειργμένου τοῦ Ἰωσήφ͵ εἰ μὴ παρήγαγεν εἰς μέσους αὐτὸν ἡ τοῦ ἐνυπνίου κρίσις; Οὐκοῦν ἄλλο τι ταῦτα͵ καὶ οὐχὶ κατὰ τὰς κοινὰς φαντασίας λογίζεσθαι χρή.


Ἡ δὲ συνήθης αὕτη τῶν ὀνείρων ὄψις κοινὴ πάντων ἐστί͵ πολυτρόπως καὶ πολυειδῶς ταῖς φαντασίαις ἐγγινομένη. ῍Η γὰρ παραμένει͵ καθὼς εἴρηται͵ τῷ μνημονικῷ τῆς ψυχῆς τῶν μεθημερινῶν ἐπιτηδευμάτων τὰ ἀπηχήματα, ἢ πολλάκις καὶ πρὸς τὰς ποιὰς τοῦ σώματος διαθέσεις ἡ τῶν ἐνυπνίων κατάστασις ἀνατυποῦται. Οὕτω γὰρ ὁ διψώδης ἐν πηγαῖς εἶναι δοκεῖ καὶ ἐν εὐωχίαις ὁ τροφῆς προσδεόμενος καὶ ὁ νέος͵ σφριγώσης αὐτῷ τῆς ἡλικίας͵ καταλλήλῳ τῷ πάθει φαντασιοῦται. 


Ἔγνων δὲ καὶ ἄλλην ἐγὼ τῶν καθ' ὕπνου γενομένων αἰτίαν͵ θεραπεύων τινὰ τῶν ἐπιτηδείων ἑαλωκότα φρενίτιδι͵ ὃς βαρούμενος τῇ τροφῇ πλείονι τῆς δυνάμεως αὐτοῦ προσενεχθείσῃ͵ ἐβόα τοὺς περιεστῶτας μεμφόμενος͵ ὅτι ἔντερα κόπρου πληρώσαντες εἶεν ἐπιτεθεικότες αὐτῷ. [173] Καὶ ἤδη τοῦ σώματος αὐτῷ πρὸς ἱδρῶτα σπεύδοντος͵ ᾐτιᾶτο τοὺς παρόντας ὕδωρ ἔχειν ἡτοιμασμένον͵ ἐφ' ᾧ τε καταβρέξαι κείμενον͵ καὶ οὐκ ἐνεδίδου βοῶν͵ ἕως ἡ ἔκβασις τῶν τοιούτων μέμψεων τὰς αἰτίας ἡρμήνευσεν. Ἀθρόως γὰρ ἱδρώς τε πολὺς ἐπεῤῥύη τῷ σώματι καὶ ἡ γαστὴρ ὑποφθαρεῖσα τὴν ἐν τοῖς ἐντέροις βαρύτητα διεσήμανεν. Ὅπερ τοίνυν͵ ἀμβλυνθείσης ὑπὸ τῆς νόσου τῆς νήψεως͵ ἔπασχεν ἡ φύσις συνδιατιθεμένη τῷ πάθει τοῦ σώματος͵ τοῦ μὲν ὀχλοῦντος οὐκ ἀναισθήτως ἔχουσα͵ διασαφῆναι δὲ τὸ λυποῦν ἐναργῶς͵ διὰ τὴν ἐκ τῆς νόσου παραφορὰν οὐκ ἰσχύουσα· τοῦτο κατὰ τὸ εἰκός͵ εἰ μὴ ἐξ ἀῤῥωστίας͵ ἀλλὰ τῷ κατὰ φύσιν ὕπνῳ τὸ διανοητικὸν τῆς ψυχῆς κατηυνάσθη͵ ἐνύπνιον ἂν τῷ οὕτως διακειμένῳ ἐγίνετο͵ ὕδατι μὲν τῆς τοῦ ἱδρῶτος ἐπιῤῥοῆς͵ ἐντέρων δὲ βάρει τῆς κατὰ τὴν τροφὴν ἀχθηδόνος σημαινομένης.


Τοῦτο καὶ πολλοῖς τῶν τὴν ἰατρικὴν πεπαιδευμένων δοκεῖ͵ παρὰ τὰς τῶν παθημάτων διαφορὰς καὶ τὰς τῶν ἐνυπνίων ὄψεις τοῖς κάμνουσι γίνεσθαι, ἄλλας μὲν τῶν στομαχούντων͵ ἑτέρας δὲ τῶν κεκακωμένων τὰς μήνιγγας καὶ τῶν ἐν πυρετοῖς πάλιν ἑτέρας͵ τῶν τε κατὰ χολὴν καὶ τῶν ἐν φλέγματι κακουμένων οὐ τὰς αὐτὰς καὶ τῶν πληθωρικῶν καὶ τῶν ἐκτετηκότων πάλιν ἄλλας. Ἐξ ὧν ἔστιν ἰδεῖν͵ ὅτι ἡ θρεπτική τε καὶ αὐξητικὴ δύναμις τῆς ψυχῆς ἔχῃ τι καὶ τοῦ νοεροῦ συγκατεσπαρμένον αὐτῇ διὰ τῆς ἀνακράσεως͵ ὃ τῇ ποιᾷ διαθέσει τοῦ σώματος τρόπον τινὰ ἐξομοιοῦται͵ καὶ τὸ ἐπικρατοῦν πάθος ταῖς φαντασίαις μεθαρμοζόμενον. 


Ἔτι δὲ καὶ πρὸς τὰς τῶν ἠθῶν καταστάσεις τυποῦται πολλοῖς τὰ ἐνύπνια. Ἄλλα τοῦ ἀνδρείου͵ καὶ ἄλλα τοῦ δειλοῦ τὰ φαντάσματα, ἄλλοι τοῦ ἀκολάστου ὄνειροι καὶ ἄλλοι τοῦ σώφρονος, ἐν ἑτέροις ὁ μεταδοτικὸς καὶ ἐν ἑτέροις φαντασιοῦται ὁ ἄπληστος͵ οὐδαμοῦ τῆς διανοίας͵ ἀλλὰ τῆς ἀλογωτέρας διαθέσεως ἐν τῇ ψυχῇ τὰς τοιαύτας φαντασίας ἀνατυπούσης οἷς προειθίσθη διὰ τῆς καθ' ὕπαρ μελέτης͵ τούτων τὰς εἰκόνας καὶ ἐν τοῖς ἐνυπνίοις ἀναπλαττούσης.







Ὅτι οὐκ ἐν μέρει τοῦ σώματος ὁ νοῦς. Ἐν ᾧ καὶ διάκρισις τῶν τε σωματικῶν καὶ ψυχικῶν κινημάτων


Ἀλλὰ πολὺ τῶν προκειμένων ἀπεπλανήθημεν. Δεῖξαι γὰρ ἡμῖν ὁ λόγος προέθετο τὸ μὴ μέρει τινὶ τοῦ σώματος ἐνδεδέσθαι τὸν νοῦν, ἀλλὰ παντὸς κατὰ τὸ ἴσον ἐφάπτεσθαι͵ καταλλήλως τῇ φύσει τοῦ ὑποκειμένου μέρους ἐνεργοῦντα τὴν κίνησιν. Ἔστι δὲ ὅπου καὶ ἐπακολουθεῖ ταῖς φυσικαῖς ὁρμαῖς ὁ νοῦς͵ οἷον ὑπηρέτης γενόμενος. Καθηγεῖται γὰρ πολλάκις ἡ τοῦ σώματος φύσις καὶ τοῦ λυποῦντος αἴσθησιν ἐντιθεῖσα καὶ τοῦ εὐφραίνοντος ἐπιθυμίαν͵ ὥστε ταύτην μὲν τὰς πρώτας παρέχειν ἀρχὰς ἢ βρώσεως ὄρεξιν ἤ τινος ὅλως τῶν καθ' ἡδονὴν τὴν ὁρμὴν ἐμποιοῦσαν͵ τὸν δὲ νοῦν ἐκδεχόμενον τὰς τοιαύτας ὁρμὰς ταῖς οἰκείαις περινοίαις τὰς πρὸς τὸ ποθούμενον [176] ἀφορμὰς συνεκπορίζειν τῷ σώματι. Τὸ δὲ τοιοῦτον οὐκ ἐπὶ πάντων ἐστίν͵ ἀλλὰ μόνων τῶν ἀνδραποδωδέστερον διακειμένων͵ οἳ δουλώσαντες τὸν λόγον ταῖς ὁρμαῖς τῆς φύσεως͵ διὰ τῆς τοῦ νοῦ συμμαχίας τὸ κατὰ τὰς αἰσθήσεις ἡδὺ δουλοπρεπῶς κολακεύουσιν. Ἐπὶ δὲ τῶν τελειοτέρων οὐχ οὕτως γίνεται. Καθηγεῖται γὰρ ὁ νοῦς͵ λόγῳ καὶ οὐχὶ πάθει τὸ λυσιτελὲς προαιρούμενος, ἡ δὲ φύσις κατ' ἴχνος ἕπεται τῷ προκαθηγουμένῳ.


Ἐπειδὴ δὲ τρεῖς κατὰ τὴν ζωτικὴν δύναμιν διαφορὰς ὁ λόγος εὗρε͵ τὴν μὲν τρεφομένην χωρὶς αἰσθήσεως͵ τὴν δὲ τρεφομένην μὲν καὶ αὐξανομένην͵ ἀμοιροῦσαν δὲ τῆς λογικῆς ἐνεργείας͵ τὴν δὲ λογικὴν καὶ τελείαν δι' ἁπάσης διήκουσαν τῆς δυνάμεως͵ ὡς καὶ ἐν ἐκείναις εἶναι καὶ τῆς νοερᾶς τὸ πλέον ἔχειν, μηδεὶς διὰ τούτων ὑπονοείτω τρεῖς συγκεκροτῆσθαι ψυχὰς ἐν τῷ ἀνθρωπίνῳ συγκρίματι͵ ἐν ἰδίαις περιγραφαῖς θεωρουμένας͵ ὥστε συγκρότημά τι πολλῶν ψυχῶν τὴν ἀνθρωπίνην φύσιν εἶναι νομίζειν. Ἀλλ' ἡ μὲν ἀληθής τε καὶ τελεία ψυχὴ μία τῇ φύσει ἐστίν͵ ἡ νοερά τε καὶ ἄϋλος͵ ἡ διὰ τῶν αἰσθήσεων τῇ ὑλικῇ καταμιγνυμένη φύσει. Τὸ δὲ ὑλῶδες ἅπαν ἐν τροπῇ τε καὶ ἀλλοιώσει κείμενον͵ εἰ μὲν μετέχοι τῆς ψυχούσης δυνάμεως, κατὰ αὔξησιν κινηθήσεται, εἰ δὲ ἀποπέσοι τῆς ζωτικῆς ἐνεργείας͵ εἰς φθορὰν ἀναλύσει τὴν κίνησιν. Οὔτε οὖν αἴσθησις χωρὶς ὑλικῆς οὐσίας͵ οὔτε τῆς νοερᾶς δυνάμεως χωρίς͵ αἰσθήσεως ἐνέργεια γίνεται.







Ὅτι κυρίως ψυχὴ ἡ λογικὴ καὶ ἔστι καὶ λέγεται, αἱ δ' ἄλλαι ὁμωνύμως κατονομάζονται. Ἐν ᾧ καὶ τὸ διὰ παντὸς τοῦ σώματος διήκειν τὴν τοῦ νοῦ δύναμιν καταλλήλως ἑκάστου μέρους προσαπτομένην


Εἰ δέ τινα τῆς κτίσεως τὴν θρεπτικὴν ἐνέργειαν ἔχει ἢ πάλιν ἕτερα τῇ αἰσθητικῇ διοικεῖται δυνάμει͵ μήτε ἐκεῖνα αἰσθήσεως͵ μήτε ταῦτα τῆς νοερᾶς μετέχοντα φύσεως͵ καὶ διὰ τοῦτό τις ψυχῶν πλῆθος καθυποπτεύει, οὐ κατὰ τὸν διαιροῦντα λόγον ὁ τοιοῦτος τὴν τῶν ψυχῶν διαφορὰν δογματίσει· διότι πᾶν τὸ ἐν τοῖς οὖσι νοούμενον͵ εἰ μὲν τελείως εἴη ὅπερ ἐστί͵ κυρίως καὶ ὀνομάζεται ὅπερ λέγεται· τὸ δὲ μὴ διὰ πάντων ὂν ἐκεῖνο͵ ὃ κατωνόμασται͵ ματαίαν καὶ τὴν προσηγορίαν ἔχει. Οἷον εἴ τις τὸν ἀληθῆ δείξειεν ἄρτον͵ φαμὲν τὸν τοιοῦτον κυρίως ἐπιλέγειν τῷ ὑποκειμένῳ τὸ ὄνομα. Εἰ δέ τις τὸν ἀπὸ λίθου τεχνηθέντα τῷ κατὰ φύσιν ἀντιπαραδείξειεν͵ ᾧ σχῆμα μὲν τὸ αὐτὸ καὶ τὸ μέγεθος ἶσον καὶ ἡ τοῦ χρώματος ὁμοιότης͵ ὥστε διὰ τῶν πλείστων τὸν αὐτὸν εἶναι τῷ πρωτοτύπῳ δοκεῖν͵ ἐπιλείπει δὲ αὐτῷ τὸ καὶ τροφὴν δύνασθαι εἶναι, παρὰ τοῦτο οὐ κυρίως͵ ἀλλ' ἐκ καταχρήσεως τῆς ἐπωνυμίας τοῦ ἄρτου τετυχηκέναι τὸν λίθον λέγωμεν. Καὶ πάντα τὰ κατὰ τὸν αὐτὸν λόγον͵ ἃ μὴ δι' ὅλων ἐστὶν ὅπερ λέγεται͵ ἐκ καταχρήσεως ἔχει τὴν κλῆσιν.


Οὕτω τοίνυν καὶ τῆς ψυχῆς ἐν τῷ νοερῷ τε καὶ λογικῷ τὸ τέλειον [177] ἐχούσης͵ πᾶν ὁ μὴ τοῦτό ἐστιν͵ ὁμώνυμον μὲν εἶναι δύναται τῇ ψυχῇ͵ οὐ μὴν καὶ ὄντως ψυχή͵ ἀλλά τις ἐνέργεια ζωτικὴ τῇ τῆς ψυχῆς κλήσει συγκεκριμένη. Διὸ καὶ τὴν τῶν ἀλόγων φύσιν͵ ὡς οὐ πόῤῥω τῆς φυσικῆς ταύτης ζωῆς κειμένην͵ ὁμοίως ἔδωκε τῇ χρήσει τοῦ ἀνθρώπου ὁ τὰ καθ' ἕκαστον νομοθετήσας͵ ὡς ἀντὶ λαχάνου τοῖς μετέχουσιν εἶναι. Πάντα γάρ͵ φησί͵ τὰ κρέα φάγεσθε ὡς λάχανα χόρτου. Μικρὸν γάρ τι πλεονεκτεῖν δοκεῖ τῇ αἰσθητικῇ ἐνεργείᾳ τοῦ δίχα ταύτης τρεφομένου τε καὶ αὐξανομένου. Παιδευσάτω τοῦτο τοὺς φιλοσάρκους μὴ πολὺ τοῖς κατ' αἴσθησιν φαινομένοις προσδραμεῖν τὴν διάνοιαν͵ ἀλλ' ἐν τοῖς ψυχικοῖς προτερήμασι προσασχολεῖσθαι͵ ὡς τῆς ἀληθοῦς ψυχῆς ἐν τούτοις θεωρουμένης͵ τῆς δὲ αἰσθήσεως καὶ ἐν τοῖς ἀλόγοις τὸ ἴσον ἐχούσης.


Ἀλλ' ἐφ' ἕτερον ἡ ἀκολουθία παρηνέχθη τοῦ λόγου. Οὐ γὰρ τοῦτο τῇ θεωρίᾳ προέκειτο͵ ὅτι προτιμώτερον τῶν ἐν τῷ ἀνθρώπῳ νοουμένων ἐστὶν ἡ κατὰ νοῦν ἐνέργεια ἢ τὸ ὑλικὸν τῆς ὑποστάσεως, ἀλλ' ὅτι οὐχὶ μέρει τινὶ τῶν ἐν ἡμῖν ὁ νοῦς περιέχεται͵ ἀλλ' ἐπίσης ἐν πᾶσι καὶ διὰ πάντων ἐστίν, οὔτε ἔξωθεν περιλαμβάνων͵ οὔτε ἔνδοθεν κρατούμενος. Ταῦτα γὰρ ἐπὶ κάδων ἢ ἄλλων τινῶν σωμάτων ἀλλήλοις ἐντιθεμένων κυρίως λέγεται. Ἡ δὲ τοῦ νοῦ πρὸς τὸ σωματικὸν κοινωνία ἄφραστόν τε καὶ ἀνεπινόητον τὴν συνάφειαν ἔχει͵ οὔτε ἐντὸς οὖσα (οὔτε γὰρ ἐγκρατεῖται σώματι τὸ ἀσώματον)͵ οὔτε ἐκτὸς περιέχουσα (οὐ γὰρ περιλαμβάνει τι τὰ ἀσώματα), ἀλλὰ κατά τινα τρόπον ἀμήχανόν τε καὶ ἀκατανόητον ἐγγίζων ὁ νοῦς τῇ φύσει καὶ προσαπτόμενος καὶ ἐν αὐτῇ καὶ περὶ αὐτὴν θεωρεῖται͵ οὔτε ἐγκαθήμενος͵ οὔτε περιπτυσσόμενος, ἀλλ' ὡς οὐκ ἔστιν εἰπεῖν ἢ νοῆσαι͵ πλὴν ὅτι κατὰ τὸν ἴδιον αὐτῆς εἱρμὸν εὐοδουμένης τῆς φύσεως καὶ ὁ νοῦς ἐνεργὸς γίνεται. Εἰ δέ τι πλημμέλημα περὶ ταύτην συμπέσοι͵ σκάζει κατ' ἐκεῖνο καὶ τῆς διανοίας ἡ κίνησις.







Θεωρία τοῦ θείου ῥητοῦ εἰπόντος͵ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Ἐν ᾧ ἐξετάζεται τίς ὁ τῆς εἰκόνος λόγος καὶ εἰ ὁμοιοῦται τῷ μακαρίῳ τε καὶ ἀπαθεῖ τὸ ἐμπαθὲς καὶ ἐπίκηρον͵ καὶ πῶς ἐν τῇ εἰκόνι τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐν τῷ πρωτοτύπῳ τούτων οὐκ ὄντων


Εἰ δέ τινα τῆς κτίσεως τὴν θρεπτικὴν ἐνέργειαν ἔχει ἢ πάλιν ἕτερα τῇ αἰσθητικῇ διοικεῖται δυνάμει͵ μήτε ἐκεῖνα αἰσθήσεως͵ μήτε ταῦτα τῆς νοερᾶς μετέχοντα φύσεως͵ καὶ διὰ τοῦτό τις ψυχῶν πλῆθος καθυποπτεύει, οὐ κατὰ τὸν διαιροῦντα λόγον ὁ τοιοῦτος τὴν τῶν ψυχῶν διαφορὰν δογματίσει· διότι πᾶν τὸ ἐν τοῖς οὖσι νοούμενον͵ εἰ μὲν τελείως εἴη ὅπερ ἐστί͵ κυρίως καὶ ὀνομάζεται ὅπερ λέγεται· τὸ δὲ μὴ διὰ πάντων ὂν ἐκεῖνο͵ ὃ κατωνόμασται͵ ματαίαν καὶ τὴν προσηγορίαν ἔχει. Οἷον εἴ τις τὸν ἀληθῆ δείξειεν ἄρτον͵ φαμὲν τὸν τοιοῦτον κυρίως ἐπιλέγειν τῷ ὑποκειμένῳ τὸ ὄνομα. Εἰ δέ τις τὸν ἀπὸ λίθου τεχνηθέντα τῷ κατὰ φύσιν ἀντιπαραδείξειεν͵ ᾧ σχῆμα μὲν τὸ αὐτὸ καὶ τὸ μέγεθος ἶσον καὶ ἡ τοῦ χρώματος ὁμοιότης͵ ὥστε διὰ τῶν πλείστων τὸν αὐτὸν εἶναι τῷ πρωτοτύπῳ δοκεῖν͵ ἐπιλείπει δὲ αὐτῷ τὸ καὶ τροφὴν δύνασθαι εἶναι, παρὰ τοῦτο οὐ κυρίως͵ ἀλλ' ἐκ καταχρήσεως τῆς ἐπωνυμίας τοῦ ἄρτου τετυχηκέναι τὸν λίθον λέγωμεν. Καὶ πάντα τὰ κατὰ τὸν αὐτὸν λόγον͵ ἃ μὴ δι' ὅλων ἐστὶν ὅπερ λέγεται͵ ἐκ καταχρήσεως ἔχει τὴν κλῆσιν.


Οὕτω τοίνυν καὶ τῆς ψυχῆς ἐν τῷ νοερῷ τε καὶ λογικῷ τὸ τέλειον [177] ἐχούσης͵ πᾶν ὁ μὴ τοῦτό ἐστιν͵ ὁμώνυμον μὲν εἶναι δύναται τῇ ψυχῇ͵ οὐ μὴν καὶ ὄντως ψυχή͵ ἀλλά τις ἐνέργεια ζωτικὴ τῇ τῆς ψυχῆς κλήσει συγκεκριμένη. Διὸ καὶ τὴν τῶν ἀλόγων φύσιν͵ ὡς οὐ πόῤῥω τῆς φυσικῆς ταύτης ζωῆς κειμένην͵ ὁμοίως ἔδωκε τῇ χρήσει τοῦ ἀνθρώπου ὁ τὰ καθ' ἕκαστον νομοθετήσας͵ ὡς ἀντὶ λαχάνου τοῖς μετέχουσιν εἶναι. Πάντα γάρ͵ φησί͵ τὰ κρέα φάγεσθε ὡς λάχανα χόρτου. Μικρὸν γάρ τι πλεονεκτεῖν δοκεῖ τῇ αἰσθητικῇ ἐνεργείᾳ τοῦ δίχα ταύτης τρεφομένου τε καὶ αὐξανομένου. Παιδευσάτω τοῦτο τοὺς φιλοσάρκους μὴ πολὺ τοῖς κατ' αἴσθησιν φαινομένοις προσδραμεῖν τὴν διάνοιαν͵ ἀλλ' ἐν τοῖς ψυχικοῖς προτερήμασι προσασχολεῖσθαι͵ ὡς τῆς ἀληθοῦς ψυχῆς ἐν τούτοις θεωρουμένης͵ τῆς δὲ αἰσθήσεως καὶ ἐν τοῖς ἀλόγοις τὸ ἴσον ἐχούσης.


Ἀλλ' ἐφ' ἕτερον ἡ ἀκολουθία παρηνέχθη τοῦ λόγου. Οὐ γὰρ τοῦτο τῇ θεωρίᾳ προέκειτο͵ ὅτι προτιμώτερον τῶν ἐν τῷ ἀνθρώπῳ νοουμένων ἐστὶν ἡ κατὰ νοῦν ἐνέργεια ἢ τὸ ὑλικὸν τῆς ὑποστάσεως, ἀλλ' ὅτι οὐχὶ μέρει τινὶ τῶν ἐν ἡμῖν ὁ νοῦς περιέχεται͵ ἀλλ' ἐπίσης ἐν πᾶσι καὶ διὰ πάντων ἐστίν, οὔτε ἔξωθεν περιλαμβάνων͵ οὔτε ἔνδοθεν κρατούμενος. Ταῦτα γὰρ ἐπὶ κάδων ἢ ἄλλων τινῶν σωμάτων ἀλλήλοις ἐντιθεμένων κυρίως λέγεται. Ἡ δὲ τοῦ νοῦ πρὸς τὸ σωματικὸν κοινωνία ἄφραστόν τε καὶ ἀνεπινόητον τὴν συνάφειαν ἔχει͵ οὔτε ἐντὸς οὖσα (οὔτε γὰρ ἐγκρατεῖται σώματι τὸ ἀσώματον)͵ οὔτε ἐκτὸς περιέχουσα (οὐ γὰρ περιλαμβάνει τι τὰ ἀσώματα), ἀλλὰ κατά τινα τρόπον ἀμήχανόν τε καὶ ἀκατανόητον ἐγγίζων ὁ νοῦς τῇ φύσει καὶ προσαπτόμενος καὶ ἐν αὐτῇ καὶ περὶ αὐτὴν θεωρεῖται͵ οὔτε ἐγκαθήμενος͵ οὔτε περιπτυσσόμενος, ἀλλ' ὡς οὐκ ἔστιν εἰπεῖν ἢ νοῆσαι͵ πλὴν ὅτι κατὰ τὸν ἴδιον αὐτῆς εἱρμὸν εὐοδουμένης τῆς φύσεως καὶ ὁ νοῦς ἐνεργὸς γίνεται. Εἰ δέ τι πλημμέλημα περὶ ταύτην συμπέσοι͵ σκάζει κατ' ἐκεῖνο καὶ τῆς διανοίας ἡ κίνησις.


Ἀλλ' ἐπαναλάβωμεν πάλιν τὴν θείαν φωνὴν Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Ὡς μικρά τε καὶ ἀνάξια τῆς τοῦ ἀνθρώπου μεγαλοφυΐας τῶν ἔξωθέν τινες ἐφαντάσθησαν͵ τῇ πρὸς τὸν κόσμον τοῦτον συγκρίσει μεγαλύνοντες͵ ὡς ᾤοντο͵ τὸ ἀνθρώπινον. Φασὶ γὰρ μικρὸν εἶναι κόσμον τὸν ἄνθρωπον͵ ἐκ τῶν αὐτῶν τῷ παντὶ στοιχείων συνεστηκότα. Οἱ γὰρ τῷ κόμπῳ τοῦ ὀνόματος [180] τοιοῦτον ἔπαινον τῇ ἀνθρωπίνῃ χαριζόμενοι φύσει͵ λελήθασιν ἑαυτοὺς τοῖς περὶ τὸν κώνωπα καὶ τὸν μῦν ἰδιώμασι σεμνοποιοῦντες τὸν ἄνθρωπον. Καὶ γὰρ κἀκείνοις ἐκ τῶν τεσσάρων τούτων ἡ κρᾶσίς ἐστι͵ διότι πάντως ἑκάστου τῶν ὄντων ἢ πλείων ἢ ἐλάττων τις μοῖρα περὶ τὸ ἔμψυχον θεωρεῖται͵ ὧν ἄνευ συστῆναί τι τῶν αἰσθήσεως μετεχόντων͵ φύσιν οὐκ ἔχει. Τί οὖν μέγα͵ κόσμου χαρακτῆρα καὶ ὁμοίωμα νομισθῆναι τὸν ἄνθρωπον, οὐρανοῦ τοῦ περιερχομένου͵ γῆς τῆς ἀλλοιουμένης͵ πάντων τῶν ἐν τούτοις περικρατουμένων τῇ παρόδῳ τοῦ περιέχοντος συμπαρερχομένων;


Ἀλλ' ἐν τίνι κατὰ τὸν ἐκκλησιαστικὸν λόγον τὸ ἀνθρώπινον μέγεθος; Οὐκ ἐν τῇ πρὸς τὸν κτιστὸν κόσμον ὁμοιότητι͵ ἀλλ' ἐν τῷ κατ' εἰκόνα γενέσθαι τῆς τοῦ κτίσαντος φύσεως.


Τίς οὖν ὁ τῆς εἰκόνος λόγος, ἴσως ἐρεῖς, πῶς ὡμοίωται τῷ σώματι τὸ ἀσώματον, πῶς τῷ ἀϊδίῳ τὸ πρόσκαιρον, τῷ ἀναλλοιώτῳ τὸ διὰ τροπῆς ἀλλοιούμενον, τῷ ἀπαθεῖ τε καὶ ἀφθάρτῳ τὸ ἐμπαθὲς καὶ φθειρόμενον, τῷ ἀμιγεῖ πάσης κακίας τὸ πάντοτε συνοικοῦν ταύτῃ καὶ συντρεφόμενον; Πολὺ γὰρ τὸ μέσον ἐστὶ τοῦ τε κατὰ τὸ ἀρχέτυπον νοουμένου καὶ τοῦ κατ' εἰκόνα γεγενημένου. Ἡ γὰρ εἰκών͵ εἰ μὲν ἔχει τὴν πρὸς τὸ πρωτότυπον ὁμοιότητα͵ κυρίως τοῦτο κατονομάζεται. Εἰ δὲ παρενεχθείη τοῦ προκειμένου ἡ μίμησις͵ ἄλλο τι καὶ οὐκ εἰκὼν ἐκείνου τὸ τοιοῦτόν ἐστι.


Πῶς οὖν ὁ ἄνθρωπος, τὸ θνητὸν τοῦτο καὶ ἐμπαθὲς καὶ ὠκύμορον͵ τῆς ἀκηράτου καὶ καθαρᾶς καὶ ἀεὶ οὔσης φύσεώς ἐστιν εἰκών; Ἀλλὰ τὸν μὲν ἀληθῆ περὶ τούτου λόγον μόνη ἂν εἰδείη σαφῶς ἡ ὄντως Ἀλήθεια. Ἡμεῖς δὲ καθ' ὅσον χωροῦμεν͵ στοχασμοῖς τισι καὶ ὑπονοίαις τὸ ἀληθὲς ἀνιχνεύοντες͵ ταῦτα περὶ τῶν ζητουμένων ὑπολαμβάνομεν. Οὔτε ὁ θεῖος ψεύδεται λόγος͵ κατ' εἰκόνα Θεοῦ εἰπὼν γεγενῆσθαι τὸν ἄνθρωπον, οὔτε ἡ ἐλεεινὴ τῆς ἀνθρωπίνης φύσεως ταλαιπωρία τῇ μακαριότητι τῆς ἀπαθοῦς ζωῆς καθωμοίωται. Ἀνάγκη γὰρ τῶν δύο τὸ ἕτερον ὁμολογεῖσθαι͵ εἴ τις συγκρίνοι τῷ Θεῷ τὸ ἡμέτερον ἢ παθητὸν εἶναι τὸ Θεῖον ἢ ἀπαθὲς τὸ ἀνθρώπινον͵ ὡς ἂν διὰ τῶν ἴσων ὁ τῆς ὁμοιότητος λόγος ἐπ' ἀμφοτέρους καταλαμβάνοιτο. Εἰ δὲ οὔτε τὸ Θεῖον ἐμπαθὲς οὔτε τὸ καθ' ἡμᾶς ἔξω πάθους ἐστίν͵ ἄρα τις ἕτερος ὑπολέλειπται λόγος καθ' ὃν ἀληθεύειν φαμὲν τὴν θείαν φωνήν͵ τὴν ἐν εἰκόνι Θεοῦ γεγενῆσθαι τὸν ἄνθρωπον λέγουσαν.


Οὐκοῦν αὐτὴν ἐπαναληπτέον ἡμῖν τὴν θείαν Γραφὴν͵ εἴ τις ἄρα γένοιτο διὰ τῶν γεγραμμένων πρὸς τὸ ζητούμενον χειραγωγία. Μετὰ τὸ εἰπεῖν ὅτι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα͵ καὶ ἐπὶ τίσι ποιήσωμεν͵ ἐπάγει τοῦτον τὸν λόγον͵ ὅτι καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον καὶ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἴρηται μὲν οὖν ἤδη καὶ ἐν τοῖς ἔμπροσθεν͵ ὅτι πρὸς καθαίρεσιν τῆς αἱρετικῆς ἀσεβείας ὁ τοιοῦτος προαναπεφώνηται λόγος͵ ἵνα διδαχθέντες ὅτι ἐποίησε τὸν ἄνθρωπον ὁ μονογενὴς Θεὸς κατ' εἰκόνα Θεοῦ͵ μηδενὶ λόγῳ τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ διακρίνωμεν͵ ἐπίσης τῆς ἁγίας Γραφῆς Θεὸν ἑκάτερον ὀνομαζούσης͵ τόν τε πεποιηκότα τὸν ἄνθρωπον καὶ οὗ κατ' εἰκόνα ἐγένετο.


[181] Ἀλλ' ὁ μὲν περὶ τούτων λόγος ἀφείσθω͵ πρὸς δὲ τὸ προκείμενον ἐπιστρεπτέον τὴν ζήτησιν· πῶς καὶ τὸ θεῖον μακάριον καὶ ἐλεεινὸν τὸ ἀνθρώπινον καὶ ὅμοιον ἐκείνῳ τοῦτο παρὰ τῆς Γραφῆς ὀνομάζεται.


Οὐκοῦν ἐξεταστέον μετ' ἀκριβείας τὰ ῥήματα. Εὑρήσομεν γὰρ ὅτι ἕτερον μέν τι τὸ κατ' εἰκόνα γενόμενον͵ ἕτερον δὲ τὸ νῦν ἐν ταλαιπωρίᾳ δεικνύμενον. Ἐποίησεν ὁ Θεός͵ φησί͵ τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Τέλος ἔχει ἡ τοῦ κατ' εἰκόνα γεγενημένου κτίσις. Εἶτα ἐπανάληψιν ποιεῖται τοῦ κατὰ τὴν κατασκευὴν λόγου͵ καί φησιν, Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Παντὶ γὰρ οἶμαι γνώριμον εἶναι͵ ὅτι ἔξω τοῦτο τοῦ πρωτοτύπου νοεῖται· Ἐν γὰρ Χριστῷ Ἰησοῦ͵ καθώς φησιν ὁ Ἀπόστολος͵ οὔτε ἄῤῥεν οὔτε θῆλύ ἐστιν. Ἀλλὰ μὴν εἰς ταῦτα διῃρῆσθαι ὁ λόγος φησὶ τὸν ἄνθρωπον.


Οὐκοῦν διπλῆ τίς ἐστιν ἡ τῆς φύσεως ἡμῶν κατασκευή͵ ἥ τε πρὸς τὸ Θεῖον ὡμοιωμένη͵ ἥ τε πρὸς τὴν διαφορὰν ταύτην διῃρημένη. Τοιοῦτον γάρ τι ὁ λόγος ἐκ τῆς συντάξεως τῶν γεγραμμένων αἰνίττεται͵ πρῶτον μὲν εἰπὼν ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον͵ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, πάλιν δὲ τοῖς εἰρημένοις ἐπαγαγὼν ὅτι Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς͵ ὅπερ ἀλλότριον τῶν περὶ Θεοῦ νοουμένων ἐστίν.


Οἶμαι γὰρ ἐγὼ δόγμα τι μέγα καὶ ὑψηλὸν διὰ τῶν εἰρημένων ὑπὸ τῆς θείας Γραφῆς παραδίδοσθαι. Τὸ δὲ δόγμα τοιοῦτόν ἐστι· Δύο τινῶν κατὰ τὸ ἀκρότατον πρὸς ἄλληλα διεστηκότων͵ μέσον ἐστὶ τὸ ἀνθρώπινον͵ τῆς τε θείας καὶ ἀσωμάτου φύσεως καὶ τῆς ἀλόγου καὶ κτηνώδους ζωῆς. Ἔξεστι γὰρ ἑκατέρου τῶν εἰρημένων ἐν τῷ ἀνθρωπίνῳ συγκρίματι θεωρῆσαι τὴν μοῖραν, τοῦ μὲν θείου τὸ λογικόν τε καὶ διανοητικόν͵ ὃ τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορὰν οὐ προσίεται, τοῦ δὲ ἀλόγου τὴν σωματικὴν κατασκευὴν καὶ διάπλασιν εἰς ἄῤῥεν τε καὶ θῆλυ μεμερισμένην. Ἑκάτερον γὰρ τούτων ἐστὶ πάντως ἐν παντὶ τῷ μετέχοντι τῆς ἀνθρωπίνης ζωῆς. Ἀλλὰ προτερεύειν τὸ νοερόν͵ καθὼς παρὰ τοῦ τὴν ἀνθρωπογονίαν ἐν τάξει διεξελθόντος ἐμάθομεν͵ ἐπιγεννηματικὴν δὲ εἶναι τῷ ἀνθρώπῳ τὴν πρὸς τὸ ἄλογον κοινωνίαν τε καὶ συγγένειαν. Πρῶτον μὲν γάρ φησιν͵ ὅτι Ἐποίησεν ὁ Θεὸς κατ' εἰκόνα τοῦ Θεοῦ τὸν ἄνθρωπον͵ δεικνὺς διὰ τῶν εἰρημένων͵ καθώς φησιν ὁ Ἀπόστολος͵ ὅτι ἐν τῷ τοιούτῳ ἄῤῥεν καὶ θῆλυ οὐκ ἔστιν. Εἶτα ἐπάγει τῆς ἀνθρωπίνης φύσεως τὰ ἰδιώματα͵ ὅτι Ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς.


Τί οὖν διὰ τούτου μανθάνομεν; Καί μοι μηδεὶς νεμεσάτω πόῤῥωθεν προσάγοντι [184] τὸν λόγον τῷ προκειμένῳ νοήματι. Θεὸς τῇ ἑαυτοῦ φύσει πᾶν ὅτι περ ἔστι κατ' ἔννοιαν λαβεῖν ἀγαθόν͵ ἐκεῖνό ἐστι, μᾶλλον δὲ παντὸς ἀγαθοῦ τοῦ νοουμένου τε καὶ καταλαμβανομένου ἐπέκεινα ὤν͵ οὐ δι' ἄλλο τι κτίζει τὴν ἀνθρωπίνην ζωήν͵ ἢ διὰ τὸ ἀγαθὸς εἶναι. Τοιοῦτος δὲ ὢν καὶ διὰ τοῦτο πρὸς τὴν δημιουργίαν τῆς ἀνθρωπίνης φύσεως ὁρμήσας͵ οὐκ ἂν ἡμιτελῆ τὴν τῆς ἀγαθότητος ἐνεδείξατο δύναμιν͵ τὸ μέν τι δοὺς ἐκ τῶν προσόντων αὐτῷ͵ τοῦ δὲ φθονήσας τῆς μετουσίας· ἀλλὰ τὸ τέλειον τῆς ἀγαθότητος εἶδος ἐν τούτῳ ἐστίν͵ ἐκ τοῦ καὶ παραγαγεῖν τὸν ἄνθρωπον ἐκ τοῦ μὴ ὄντος εἰς γένεσιν͵ καὶ ἀνενδεῆ τῶν ἀγαθῶν ἀπεργάσασθαι. Ἐπεὶ δὲ πολὺς τῶν καθ' ἕκαστον ἀγαθῶν ὁ κατάλογος͵ οὐ μὲν οὖν ἔστιν ἀριθμῷ ῥᾳδίως τοῦτον διαλαβεῖν. Διὰ τοῦτο περιληπτικῇ τῇ φωνῇ ἅπαντα συλλαβὼν ὁ λόγος ἐσήμανεν͵ ἐν τῷ εἰπεῖν κατ' εἰκόνα Θεοῦ γεγενῆσθαι τὸν ἄνθρωπον. Ἶσον γάρ ἐστι τοῦτο τῷ εἰπεῖν ὅτι παντὸς ἀγαθοῦ μέτοχον τὴν ἀνθρωπίνην φύσιν ἐποίησεν. Εἰ γὰρ πλήρωμα μὲν ἀγαθῶν τὸ Θεῖον͵ ἐκείνου δὲ τοῦτο εἰκών, ἄρ' ἐν τῷ πλῆρες εἶναι παντὸς ἀγαθοῦ͵ πρὸς τὸ ἀρχέτυπον ἡ εἰκὼν ἔχει τὴν ὁμοιότητα.


Οὐκοῦν ἐστιν ἐν ἡμῖν παντὸς μὲν καλοῦ ἰδέα͵ πᾶσα δὲ ἀρετὴ καὶ σοφία καὶ πᾶν ὅτιπέρ ἐστι πρὸς τὸ κρεῖττον νοούμενον. Ἓν δὲ τῶν πάντων καὶ τὸ ἐλεύ θερον ἀνάγκης εἶναι καὶ μὴ ὑπεζεῦχθαί τινι φυσικῇ δυναστείᾳ, ἀλλ' αὐτεξούσιον πρὸς τὸ δοκοῦν ἔχειν τὴν γνώμην. Ἀδέσποτον γάρ τι χρῆμα ἡ ἀρετὴ καὶ ἑκούσιον͵ τὸ δὲ κατηναγκασμένον καὶ βεβιασμένον ἀρετὴ εἶναι οὐ δύναται.


Ἐν πᾶσι τοίνυν τῆς εἰκόνος τοῦ πρωτοτύπου κάλλους τὸν χαρακτῆρα φερούσης͵ εἰ μὴ κατά τι τὴν διαφορὰν ἔχῃ͵ οὐκέτι ἂν εἴη πάντως ὁμοίωμα͵ ἀλλὰ ταὐτὸν ἐκεῖνο διὰ πάντων ἀναδειχθήσεται͵ τὸ ἐν παντὶ ἀπαράλλακτον. Τίνα τοίνυν αὐτοῦ τε τοῦ Θείου καὶ τοῦ πρὸς τὸ Θεῖον ὡμοιωμένου τὴν διαφορὰν καθορῶμεν; Ἐν τῷ͵ τὸ μὲν ἀκτίστως εἶναι͵ τὸ δὲ διὰ κτίσεως ὑποστῆναι. Ἡ δὲ τῆς τοιαύτης ἰδιότητος διαφορὰ πάλιν ἑτέρων ἰδιωμάτων ἀκολουθίαν ἐποίησε. Συνομολογεῖται γὰρ πάντη τε καὶ πάντως͵ τὴν μὲν ἄκτιστον φύσιν καὶ ἄτρεπτον εἶναι καὶ ἀεὶ ὡσαύτως ἔχειν͵ τὴν δὲ κτιστὴν ἀδύνατον ἄνευ ἀλλοιώσεως συστῆναι. Αὐτὴ γὰρ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδος͵ κίνησίς τίς ἐστι καὶ ἀλλοίωσις, τοῦ μὴ ὄντος εἰς τὸ εἶναι κατὰ τὸ θεῖον βούλημα μεθισταμένου.


Καὶ ὥσπερ τὸν ἐπὶ τοῦ χαλκοῦ χαρακτῆρα Καίσαρος εἰκόνα λέγει τὸ Εὐαγγέλιον͵ δι' οὗ μανθάνομεν κατὰ μὲν τὸ πρόσχημα τὴν ὁμοίωσιν εἶναι τοῦ μεμορφωμένου πρὸς Καίσαρα͵ ἐν δὲ τῷ ὑποκειμένῳ τὴν διαφορὰν ἔχειν, οὕτω καὶ κατὰ τὸν παρόντα λόγον ἀντὶ χαρακτήρων τὰ ἐπιθεωρούμενα τῇ τε θείᾳ φύσει καὶ τῇ ἀνθρωπίνῃ κατανοήσαντες͵ ἐν οἷς ἡ ὁμοιότης ἐστίν͵ ἐν τῷ ὑποκειμένῳ τὴν διαφορὰν ἐξευρίσκομεν͵ ἥτις ἐν τῷ ἀκτίστῳ καὶ τῷ κτιστῷ καθορᾶται. 


Ἐπειδὴ τοίνυν τὸ μὲν ὡσαύτως ἔχει καὶ ἀεί͵ τὸ δὲ διὰ κτίσεως γεγενημένον ἀπ' ἀλλοιώσεως τοῦ εἶναι ἤρξατο καὶ συγγενῶς πρὸς τὴν τοιαύτην ἔχει τροπήν· διὰ [185] τοῦτο ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν͵ καθώς φησιν ἡ προφητεία͵ ἐπακολουθήσας͵ μᾶλλον δὲ προκατανοήσας τῇ προγνωστικῇ δυνάμει͵ πρὸς ὅ,τι ῥέπει κατὰ τὸ αὐτοκρατές τε καὶ αὐτεξούσιον τῆς ἀνθρωπίνης προαιρέσεως ἡ κίνησις͵ ἐπειδὴ τὸ ἐσόμενον εἶδεν͵ ἐπιτεχνᾶται τῇ εἰκόνι τὴν περὶ τὸ ἄῤῥεν καὶ θῆλυν διαφοράν͵ ἥτις οὐκέτι πρὸς τὸ θεῖον ἀρχέτυπον βλέπει͵ ἀλλὰ καθὼς εἴρηται͵ τῇ ἀλογωτέρᾳ προσωκείωται φύσει. 


Τὴν δὲ αἰτίαν τῆς τοιαύτης ἐπιτεχνήσεως μόνοι μὲν ἂν εἰδεῖεν οἱ τῆς ἀληθείας αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου. Ἡμεῖς δὲ καθώς ἐστι δυνατὸν διὰ στοχασμῶν τινων καὶ εἰκόνων φαντασθέντες τὴν ἀλήθειαν͵ τὸ ἐπὶ νοῦν ἐλθὸν οὐκ ἀποφαντικῶς ἐκτιθέμεθα͵ ἀλλ' ὡς ἐν γυμνασίας εἴδει τοῖς εὐγνώμοσι τῶν ἀκροωμένων προσθήσομεν.


Τί τοίνυν ἐστίν͵ ὃ περὶ τούτων διενοήθημεν; Εἰπὼν ὁ λόγος ὅτι ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον͵ τῷ ἀορίστῳ τῆς σημασίας ἅπαν ἐνδείκνυται τὸ ἀνθρώπινον. Οὐ γὰρ συνωνομάσθη τῷ κτίσματι νῦν ὁ Ἀδάμ͵ καθὼς ἐν τοῖς ἐφεξῆς ἡ ἱστορία φησίν, ἀλλ' ὄνομα τῷ κτισθέντι ἀνθρώπῳ οὐχ ὁ τὶς ἀλλ' ὁ καθόλου ἐστίν. Οὐκοῦν τῇ καθολικῇ τῆς φύσεως κλήσει τοιοῦτόν τι ὑπονοεῖν ἐναγόμεθα͵ ὅτι τῇ θείᾳ προγνώσει τε καὶ δυνάμει πᾶσα ἡ ἀνθρωπότης ἐν τῇ πρώτῃ κατασκευῇ περιείληπται. Χρὴ γὰρ Θεῷ μηδὲν ἀόριστον ἐν τοῖς γεγενημένοις παρ' αὐτοῦ νομίζειν, ἀλλ' ἑκάστου τῶν ὄντων εἶναί τι πέρας καὶ μέτρον͵ τῇ τοῦ πεποιηκότος σοφίᾳ περιμετρούμενον. 


Ὥσπερ τοίνυν ὁ τὶς ἄνθρωπος τῷ κατὰ τὸ σῶμα ποσῷ περιείργεται καὶ μέτρον αὐτῷ τῆς ὑποστάσεως ἡ πηλικότης ἐστίν͵ ἡ συναπαρτιζομένη τῇ ἐπιφανείᾳ τοῦ σώματος, οὕτως οἶμαι καθάπερ ἐν ἐνὶ σώματι ὅλον τὸ τῆς ἀνθρωπότητος πλήρωμα τῇ προγνωστικῇ δυνάμει παρὰ τοῦ Θεοῦ τῶν ὄλων περισχεθῆναι, καὶ τοῦτο διδάσκειν τὸν λόγον τὸν εἰπόντα͵ ὅτι καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον καὶ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Οὐ γὰρ ἐν μέρει τῆς φύσεως ἡ εἰκών͵ οὐδὲ ἔν τινι τῶν καθ' αὑτὸν θεωρουμένων ἡ χάρις, ἀλλ' ἐφ' ἅπαν τὸ γένος ἐπίσης ἡ τοιαύτη διήκει δύναμις. Σημεῖον δὲ ὅτι πᾶσιν ὡσαύτως ὁ νοῦς ἐγκαθίδρυται, πάντες τοῦ διανοεῖσθαι καὶ προβουλεύειν τὴν δύναμιν ἔχουσι καὶ τὰ ἄλλα πάντα͵ δι' ὧν ἡ θεία φύσις ἐν τῷ κατ' αὐτὴν γεγονότι ἀπεικονίζεται. Ὁμοίως ἔχει ὅ τε τῇ πρώτῃ τοῦ κόσμου κατασκευῇ συναναδειχθεὶς ἄνθρωπος καὶ ὁ κατὰ τὴν τοῦ παντὸς συντέλειαν γενησόμενος͵ ἐπίσης ἐφ' ἑαυτῶν φέρουσι τὴν θείαν εἰκόνα. 


Διὰ τοῦτο εἷς ἄνθρωπος κατωνομάσθη τὸ πᾶν͵ ὅτι τῇ δυνάμει τοῦ Θεοῦ οὔτε τι παρῴχηκεν͵ οὔτε μέλλει͵ ἀλλὰ καὶ τὸ προσδοκώμενον ἐπίσης τῷ παρόντι τῇ περιεκτικῇ τοῦ παντὸς ἐνεργείᾳ περικρατεῖται. Πᾶσα τοίνυν ἡ φύσις ἡ ἀπὸ τῶν πρώτων μέχρι τῶν ἐσχάτων διήκουσα͵ μία τις τοῦ ὄντος ἐστὶν εἰκών, ἡ δὲ πρὸς τὸ ἄῤῥεν καὶ θῆλυ τοῦ γένους διαφορὰ προσκατεσκευάσθη τελευταῖον τῷ πλάσματι͵ διὰ τὴν αἰτίαν͵ ὡς οἶμαι͵ ταύτην.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου