Παρασκευή 9 Ιανουαρίου 2015

Περί Κατασκευής του Ανθρώπου - Κεφάλαια 25-29 Πῶς ἄν τις καὶ τῶν ἔξωθεν προσαχθείη πιστεῦσαι τῇ Γραφῇ περὶ τῆς ἀναστάσεως διδασκούσῃ

 

Ἀλλ' ἴσως τις πρὸς τὰ διαλυθέντα σώματα βλέπων καὶ πρὸς τὸ μέτρον τῆς ἰδίας δυνάμεως τὸ Θεῖον κρίνων͵ τὸν τῆς ἀναστάσεως λόγον ἀδύνατον εἶναί φησι͵ καὶ στήσεσθαι τὰ νῦν κινούμενα καὶ ἀναστήσεσθαι τὰ νῦν μὴ κινούμενα μὴ ἐνδέχεσθαι λέγων·

ἀλλ' ὁ τοιοῦτος πρῶτον μὲν καὶ μέγιστον ποιείσθω τεκμήριον τῆς κατὰ τὴν ἀνάστασιν ἀληθείας τὸ τοῦ κηρύγματος αὐτῆς ἀξιόπιστον, ἡ δὲ τῶν λεγομένων πίστις ἐκ τῆς τῶν λοιπῶν τῶν προῤῥηθέντων ἐκβάσεως τὸ ἀσφαλὲς ἔχει. Ἐπειδὴ γὰρ πολλούς τε καὶ παντοδαποὺς παρέθετο λόγους ἡ θεία Γραφή͵ δυνατόν ἐστιν ὅπως ἂν ἔχῃ ψεύδους ἢ ἀληθείας τὰ λοιπὰ τῶν εἰρημένων θεασαμένους͵ δι' ἐκείνων καὶ τὸ περὶ τῆς ἀναστάσεως δόγμα κατανοῆσαι. Εἰ μὲν γὰρ ἐν τοῖς ἄλλοις ψευδεῖς οἱ λόγοι καὶ διεσφαλμένοι τῆς ἀληθείας ἐλέγχονται͵ οὐδὲ τοῦτο πάντως ἐκτὸς ψεύδους ἐστίν. Εἰ δὲ τὰ ἄλλα πάντα μαρτυροῦσαν ἔχει τῇ ἀληθείᾳ τὴν πεῖραν͵ ἀκόλουθον ἂν εἴη δι' ἐκείνων καὶ τὴν περὶ τῆς ἀναστάσεως πρόῤῥησιν ἀληθῆ νομίσαι. Οὐκοῦν ἐπιμνησθῶμεν [216] ἑνὸς ἢ δυοῖν τῶν προκατηγγελμένων καὶ ἀντιπαραθῶμεν τοῖς προῤῥηθεῖσι τὴν ἔκβασιν͵ ὥστε γνῶναι δι' αὐτῶν͵ εἰ πρὸς τὴν ἀλήθειαν ὁ λόγος βλέπει.

 

Τίς οὐκ οἶδεν ὅπως ἤνθει κατὰ τὸ ἀρχαῖον ὁ Ἰσραηλίτης λαός͵ πάσαις ταῖς κατὰ τὴν οἰκουμένην δυναστείαις ἀντεγειρόμενος, οἷα ἦν τὰ βασίλεια κατὰ τὴν τῶν Ἱεροσολύμων πόλιν, οἷα τὰ τείχη, οἱ πύργοι, ἡ τοῦ ἱεροῦ μεγαλουργία, ἅπερ καὶ τοῖς μαθηταῖς τοῦ Κυρίου ἄξια θαύματος ἐνομίσθη καὶ κατανοεῖν ἀξιοῦσι τὸν Κύριον͵ θαυμαστικῶς περὶ τὰ φαινόμενα διατεθέντες͵ ὡς ἡ τοῦ Εὐαγγελίου ἱστορία δηλοῖ͵ λέγοντες πρὸς αὐτόν, Ποταπὰ τὰ ἔργα καὶ ποταπαὶ αἱ οἰκοδομαί, ὁ δὲ τὴν ἐσομένην περὶ τὸν τόπον ἐρήμωσιν καὶ τὸν ἀφανισμὸν τοῦ κάλλους ἐκείνου πρὸς τοὺς τὸ παρὸν θαυμάζοντας, ὑποδείκνυσι λέγων μηδὲν τῶν φαινομένων μετ' ὀλίγον ὑπολειφθήσεσθαι. Ἀλλὰ καὶ παρὰ τὸν τοῦ πάθους καιρόν͵ αἱ μὲν γυναῖκες ἐπηκολούθουν θρηνοῦσαι τὴν ἄδικον ἐπ' αὐτῷ ψῆφον, οὔπω γὰρ εἰς τὴν τῶν γινομένων οἰκονομίαν ἀπέβλεπον, ὁ δὲ συμβουλεύει τὰ μὲν περὶ αὐτὸν γινόμενα σιωπᾷν, μηδὲ γὰρ εἶναι δακρύων ἄξια, ὑπερθέσθαι δὲ τὸν ὀδυρμὸν καὶ τὸν θρῆνον εἰς τὸν ἀληθῆ τῶν δακρύων καιρόν͵ ὅταν περισχεθῇ τοῖς πολιορκοῦσιν ἡ πόλις καὶ εἰς τοσοῦτον συνοχῆς ἔλθῃ τὰ πάθη͵ ὡς μακαριστὸν ἡγεῖσθαι τὸν μὴ γεννώμενον. Ἐν οἷς καὶ τὸ περὶ τὴν τεκνοφάγον προεμήνυσεν ἄγος͵ εἰπὼν μακαρισθήσεσθαι κατὰ τὰς ἡμέρας ἐκείνας τὴν γαστέρα τὴν ἄγονον. Ποῦ τοίνυν ἐκεῖνα τὰ βασίλεια, ποῦ τὸ ἱερόν, ποῦ τὰ τείχη, ποῦ τῶν πύργων αἱ προβολαί, ποῦ δὲ ἡ τῶν Ἰσραηλιτῶν δυναστεία; οὐχ οἱ μὲν κατὰ πᾶσαν μικροῦ δεῖν τὴν οἰκουμένην ἄλλος ἀλλαχῆ διεσπάρησαν, τῇ δὲ τούτων καταστροφῇ συνηρειπώθη καὶ τὰ βασίλεια;

 

Δοκεῖ γάρ μοι ταῦτα καὶ τὰ τοιαῦτα προμηνῦσαι ὁ Κύριος͵ οὐ τῶν πραγμάτων χάριν (τί γὰρ τοσοῦτον ἦν τοῖς ἀκούουσι κέρδος τῶν πάντως ἐκβησομένων ἡ πρόῤῥησις; ἔγνωσαν γὰρ ἂν τῇ πείρᾳ͵ καὶ μὴ προμαθόντες τὸ γενησόμενον)͵ ἀλλ' ὥστε διὰ τούτων αὐτοῖς καὶ τὴν περὶ τῶν μειζόνων πίστιν εἰς ἀκολουθίαν ἐλθεῖν. Ἡ γὰρ ἐν τούτοις διὰ τῶν ἔργων μαρτυρία καὶ τῆς ἐν ἐκείνοις ἀληθείας ἐστὶν ἀπόδειξις. 

 

Ὥσπερ γὰρ εἴ τινος γεωργοῦ τὴν τῶν σπερμάτων ὑφηγουμένου δύναμιν͵ ἀπιστεῖν συμβῇ τὸν τῆς γεωργίας ἀπείρατον͵ αὐτάρκης ἂν εἰς ἀπόδειξιν τῆς ἀληθείας ἦν τῷ γεηπόνῳ ἐν ἑνὶ σπέρματι τῶν ἐν τῷ με δίμνῳ κειμένων δείξαντι τὴν δύναμιν καὶ περὶ τῶν λοιπῶν ἐγγυᾶσθαι. Ὁ γὰρ ἰδὼν τὸν ἕνα πυρὸν ἢ τὴν μίαν κριθὴν ἢ ὅ,τι περ ἂν ἐν τῷ πληρώματι τοῦ μεδίμνου τύχῃ͵ μετὰ τὸ ἐγκαταβληθῆναι τῇ βώλῳ στάχυν γενόμενον͵ οὐκέτι ἂν διὰ τοῦ ἑνὸς οὐδὲ περὶ τῶν λοιπῶν ἀπιστήσειεν. Οὕτως ἱκανή μοι δοκεῖ πρὸς μαρτυρίαν εἶναι τοῦ κατὰ τὴν ἀνάστασιν μυστηρίου ἡ τοῖς λοιποῖς τῶν εἰρημένων συνομολογουμένη ἀλήθεια. 

 

Μᾶλλον δὲ καὶ αὐτῆς τῆς ἀναστάσεως ἡ [217] πεῖρα͵ ἥν οὐ διὰ λόγων τοσοῦτον͵ ὅσον δι' αὐτῶν τῶν ἔργων ἐδιδάχθημεν. Ἐπειδὴ γὰρ μέγα καὶ ὑπὲρ πίστιν ἦν τὸ κατὰ τὴν ἀνάστασιν θαῦμα͵ διὰ τῶν κατωτέρων τῆς θαυματοποιίας ἀρξάμενος͵ ἡρέμα πως τὴν πίστιν ἡμῶν προσεθίζει τοῖς μείζοσι.

 

Καθάπερ γάρ τις μήτηρ καταλλήλως τιθηνουμένη τὸ νήπιον͵ τέως μὲν ἁπαλῷ τε καὶ ὑγρῷ τῷ στόματι τὸ γάλα διὰ τῆς θηλῆς ἐντίθησιν, ὀδοντοφυοῦντι δὲ ἤδη καὶ αὐξανομένῳ προσάγει τὸν ἄρτον͵ οὐ τραχύν τε καὶ ἀκατέργαστον͵ ὡς ἂν μὴ περιξανθείη τῷ σκληρῷ τῆς τροφῆς τὸ τῶν οὔλων ἁπαλόν τε καὶ ἀγύμναστον͵ ἀλλὰ τοῖς ἰδίοις ὀδοῦσι καταλεάνασα͵ σύμμετρόν τε καὶ κατάλληλον τῇ δυνάμει τοῦ προσφερομένου ἐποίησεν, εἶτα κατὰ προσθήκην τῆς δυνάμεως ἐπιδιδούσης προσεθισθὲν τοῖς ἁπαλωτέροις ἠρέμα τὸ νήπιον προσάγει τῇ στερεωτέρᾳ τροφῇ, οὕτω τὴν ἀνθρωπίνην μικροψυχίαν ὁ Κύριος͵ οἷόν τι νήπιον ἀτελὲς διὰ τῶν θαυμάτων τρέφων καὶ τιθηνούμενος͵ πρῶτον μὲν ἐν ἀπεγνωσμένῃ νόσῳ τὴν τῆς ἀναστάσεως προοιμιάζεται δύναμιν͵ ὃ μέγα μὲν ἦν τῷ κατορθώματι͵ οὐ μὴν τοιοῦτον͵ οἷον ἀπιστεῖσθαι λεγόμενον. Ἐπιτιμήσας γὰρ τῷ πυρετῷ σφοδρῶς τὴν πενθερὰν τοῦ Σίμωνος καταφλέγοντι͵ τοσαύτην ἐποίησε τοῦ κακοῦ τὴν μετάστασιν͵ ὡς πρὸς τὸ διακονεῖν τοῖς παροῦσιν ἐνισχύσαι τὴν ἤδη προσδοκωμένην τεθνήξεσθαι. 

 

Εἴτα μικρόν τι τῇ δυνάμει προστίθησι καὶ τοῦ βασιλικοῦ τὸν υἱὸν ἐν ὁμολογουμένῳ κινδύνῳ κείμενον (οὕτω γάρ φησιν ἡ ἱστορία͵ ὅτι ἔμελλε τελευτᾷν͵ τοῦ πατρὸς βοῶντος, Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον), ἐνεργεῖ πάλιν τοῦ τεθνήξεσθαι πεπιστευμένου τὴν ἀνάστασιν͵ ἐν μείζονι τῇ δυνάμει τὸ θαῦμα κατεργασάμενος͵ τῷ μηδὲ πλησιάσαι τῷ τόπῳ͵ ἀλλὰ πόῤῥωθεν τῇ τοῦ προστάγματος ἰσχύϊ τὴν ζωὴν ἀποστεῖλαι.

 

Πάλιν δι' ἀκολουθίας τοῖς ὑψηλοτέροις ἐπαναβαίνει θαύμασι. Πρὸς γὰρ τὴν παῖδα τοῦ ἀρχισυναγώγου ὁρμήσας͵ ἑκὼν ἔδωκε τῇ ὁδοιπορίᾳ σχολήν͵ τὴν ἴασιν τῆς αἱμοῤῥοΐας δημοσιεύων λαθοῦσαν͵ ὡς ἂν ἐν τῷ χρόνῳ τούτῳ κατακρατήσειε τῆς νοσούσης ὁ θάνατος. Ἄρτι τοίνυν τῆς ψυχῆς χωρισθείσης τοῦ σώματος καὶ θορυβουμένων ἐν τῇ γοερᾷ κραυγῇ τῶν ἐπικωκυόντων τῷ πάθει͵ καθάπερ ἐξ ὕπνου τῷ προστακτικῷ λόγῳ διανίστησι πάλιν πρὸς τὴν ζωὴν τὸ κοράσιον͵ ὀδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὸ μεῖζον ἀναλαμβάνων τὴν ἀνθρωπίνην ἀσθένειαν.


 

Εἶτ' ἐπὶ τούτοις ὑπερβαίνει τῷ θαύματι καὶ δι' ὑψηλοτέρας δυνάμεως ὁδοποιεῖ τοῖς ἀνθρώποις τὴν περὶ τῆς ἀναστάσεως πίστιν. Νάϊν τινὰ πόλιν κατὰ τὴν Ἰουδαίαν ἱστορεῖ ἡ Γραφή. Παῖς ἦν ἐν ταύτῃ μονογενὴς χήρᾳ τινί͵ οὐκέτι τοιοῦτος παῖς͵ οἷος ἐν μειρακίοις εἶναι͵ ἀλλ' ἤδη ἐκ παίδων εἰς ἄνδρας τελῶν. Νεανίαν αὐτὸν ὀνομάζει ὁ λόγος· πολλὰ δι' ὀλίγων διηγεῖται ἡ ἱστορία· θρῆνος ἄντικρύς ἐστι τὸ διήγημα. Χήρα͵ φησίν͵ ἦν τοῦ τεθνηκότος ἡ μήτηρ. Ὁρᾷς τὸ βάρος τῆς συμφορᾶς͵ πῶς ἐν ὀλίγῳ τὸ πάθος ὁ λόγος ἐξετραγῴδησε; [220] Τί γάρ ἐστι τὸ λεγόμενον͵ ὅτι οὐκ ἦν αὐτῇ παιδοποιίας ἐλπίς͵ τὴν ἐπὶ τῷ ἐκλείποντι συμφορὰν θεραπεύουσα; χήρα γὰρ ἡ γυνή, οὐκ εἶχε πρὸς ἕτερον ἀντὶ τοῦ κατοιχομένου βλέπειν, μονογενὴς γὰρ ὁ τόκος. Ὅσον δὲ τὸ ἐπὶ τούτῳ κακόν͵ παντὶ ῥᾴδιον συνιδεῖν τῷ μὴ ἀπεξενωμένῳ τῆς φύσεως. Μόνον ἐν ὠδῖσιν ἐκεῖνον ἐγνώρισε͵ μόνον ταῖς θηλαῖς ἐτιθηνήσατο, μόνος αὐτῇ φαιδρὰν ἐποίει τὴν τράπεζαν, μόνος ἦν τῆς κατὰ τὸν οἶκον φαιδρότητος ἡ ὑπόθεσις, παίζων͵ σπουδάζων͵ ἀσκούμενος͵ φαιδρυνόμενος͵ ἐν προόδοις͵ ἐν παλαίστραις͵ ἐν συλλόγοις νεότητος, πᾶν ὅ,τι μητρὸς ὀφθαλμοῖν γλυκύ τε καὶ τίμιον͵ μόνος ἐκεῖνος ἦν. ῎Ηδη τοῦ γάμου τὴν ὥραν ἄγων͵ ὁ τοῦ γένους ὅρπηξ͵ ὁ τῆς διαδοχῆς κλάδος͵ ἡ βακτηρία τοῦ γήρους. Ἀλλὰ καὶ ἡ τῆς ἡλικίας προσθήκη͵ ἄλλος θρῆνος ἦν. Ὁ γὰρ νεανίαν εἰπών͵ τὸ ἄνθος εἶπε τῆς μαρανθείσης ὤρας͵ ἄρτι τοῖς ἰούλοις ὑποχλοάζοντα͵ οὔπω τοῦ πώγωνος διὰ βάθους ὑποπιμπλάμενον͵ ἔτι τῷ κάλλει τῶν παρειῶν ὑποστίλβοντα. Τί τοίνυν πάσχειν εἰκὸς ἦν ἐπ' αὐτῷ τὴν μητέρα; οἱονεὶ πυρὶ τοῖς σπλάγχνοις ἐγκαταφλέγεσθαι͵ ὡς πικρῶς ἐπ' αὐτῷ παρατείνειν τὸν θρῆνον͵ περιπλεκομένην προκειμένῳ τῷ πτώματι͵ ὡς μὴ ἂν ἐπισπεῦσαι τῷ νεκρῷ τὴν κηδείαν͵ ἀλλ' ἐμφορεῖσθαι τοῦ πάθους͵ ἐπὶ πλεῖστον αὐτῷ τοὺς ὀδυρμοὺς παρατείνουσαν· οὐδὲ τοῦτο παρῆκεν ὁ λόγος, Ἰδὼν γὰρ αὐτὴν ὁ Ἰησοῦς͵ φησίν͵ ἐσπλαγχνίσθη, καὶ προσελθὼν ἥψατο τῆς σοροῦ͵ οἱ δὲ βαστάσαντες ἔστησαν. Καὶ λέγει τῷ νεκρῷ· Νεανία͵ σοὶ λέγω͵ ἐγέρθητι· καὶ παρέδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ζῶντα. ῎Ηδη τοίνυν οὐκ ἐν ὀλίγῳ διαστήματι τοῦ νεκροῦ γεγενημένου καὶ ὅσον οὐδέπω ἐναποτεθέντος τῷ τάφῳ͵ γίνεται παρ' αὐτοῦ Κυρίου τὸ μὲν θαῦμα μεῖζον͵ τὸ δὲ πρόσταγμα ἶσον.

 

Ἔτι πρὸς τὸ ὑψηλότερον ἡ θαυματοποιία προέρχεται͵ ὡς ἂν μᾶλλον προσεγγίσειε τὰ φαινόμενα τῷ ἀπιστουμένῳ περὶ τὴν ἀνάστασιν θαύματι. Ἠσθένει τις τῶν συνήθων τῷ Κυρίῳ καὶ φίλων, Λάζαρος ὄνομα τῷ ἀσθενοῦντι. Καὶ παραιτεῖται ὁ Κύριος τὴν τοῦ φίλου ἐπίσκεψιν͵ πόῤῥω τοῦ νοσοῦντος γενόμενος͵ ὡς ἂν εὕροι χώραν καὶ δύναμιν ἐν τῇ τῆς ζωῆς ἀπουσίᾳ τὸ ἴδιον ἐργάζεσθαι διὰ τῆς νόσου ὁ θάνατος. Μηνύει τοῖς μαθηταῖς ὁ Κύριος κατὰ τὴν Γαλιλαίαν τὸ περὶ τὸν Λάζαρον πάθος, ἀλλὰ καὶ τὴν πρὸς αὐτὸν ὁρμήν͵ ἐφ' ᾧ τε διαναστῆσαι τὸν κείμενον. Περιδεεῖς δὲ ἦσαν ἐκεῖνοι διὰ τὴν τῶν Ἰουδαίων ὠμότητα͵ χαλεπὸν καὶ κινδυνῶδες ποιούμενοι τὸ πάλιν ἐπὶ τῆς Ἰουδαίας ἐν μέσῳ τῶν φονώντων γενέσθαι. Καὶ διὰ τοῦτο μέλλοντες καὶ ἀναβαλλόμενοι͵ χρόνῳ ποιοῦνται τὴν ἀπὸ τῆς Γαλιλαίας ἐπάνοδον. Κατεκράθη γὰρ ἡ ἐξουσία καὶ ἤγοντο παρὰ τοῦ Κυρίου οἱ μαθηταί͵ οἱονεὶ τὰ προτέλεια τῆς καθολικῆς ἀναστάσεως ἐν Βηθανίᾳ μυηθησόμενοι. Τέσσαρες ἦσαν ἤδη μετὰ τὸ πάθος αἱ [221] ἡμέραν πάντα ἐπεπλήρωτο τῷ κατοιχομένῳ τὰ νομιζόμενα͵ τάφῳ κατεκρύβη τὸ σῶμα. Ἐξῳδήκει κατὰ τὸ εἰκὸς ἤδη καὶ πρὸς διαφθορὰν διελύετο͵ μυδῶντος ἐν τῷ εὐρῶτι τῆς γῆς καὶ διαπίπτοντος ὑπ' ἀνάγκης τοῦ σώματος. Φευκτὸν ἦν τὸ πρᾶγμα͵ βιαζομένης τῆς φύσεως τὸ διαλυθὲν εἰς δυσωδίαν ἀποδιδόναι πάλιν τῷ ζῇν. Τότε τὸ ἀπιστούμενον τῆς καθολικῆς ἀναστάσεως ἔργον δι' ἐναργεστέρου τοῦ θαύματος εἰς ἀπόδειξιν ἄγεται. Οὐδὲ γὰρ ἐκ νόσου τις ἀνίσταται χαλεπῆς͵ οὐδὲ πρὸς ταῖς τελευταίαις ὢν ἀναπνοαῖς εἰς τὴν ζωὴν ἐπανάγεται͵ οὐδὲ παιδίον ἀρτιθανὲς ζωοποιεῖται͵ οὐδὲ μέλλων τῷ τάφῳ προσάγεσθαι νεανίας πάλιν ἐκ τῆς σοροῦ ἀναλύεται, ἀλλ' ἀνὴρ τῶν ἐξώρων͵ νεκρός͵ ἕωλος͵ ἐξῳδηκὼς ἤδη καὶ λελυμένος͵ ὡς μηδὲ τοῖς ἐπιτηδείοις ἀνεκτὸν εἶναι προσεγγίσαι τῷ τάφῳ τὸν Κύριον διὰ τὴν ἐγκειμένην ἀηδίαν τοῦ διαπεπτωκότος σώματος͵ μιᾷ κλήσει ζωοποιηθεὶς πιστοῦται τὸ κήρυγμα τῆς ἀναστάσεως͵ τοῦτ' ἐστι͵ τὸ ἐπὶ τοῦ κοινοῦ προσδοκώμενον͵ ὃ ἐπὶ μέρους τῇ πείρᾳ ἐμάθομεν. Καθάπερ γὰρ ἐν τῇ τοῦ παντὸς ἀναστοιχειώσει͵ φησὶν ὁ Ἀπόστολος͵ αὐτὸν καταβήσεσθαι τὸν Κύριον ἐν κελεύσματι͵ ἐν φωνῇ ἀρχαγγέλου καὶ διὰ σάλπιγγος εἰς ἀφθαρσίαν τοὺς νεκροὺς διαναστήσειν, οὕτω καὶ νῦν οἷόν τινα ὕπνον τὸν θάνατον͵ τῇ φωνῇ τοῦ προστάγματος ὁ ἐν τῷ τάφῳ ἀποσεισάμενος καὶ ἀποτινάξας ἑαυτοῦ τὴν ἐπιγινομένην διαφθορὰν τῇ νεκρότητι͵ ἄρτιος καὶ σῶος τοῦ τάφου ἐξάλλεται͵ μηδὲ τῷ δεσμῷ τῶν περὶ τοὺς πόδας καὶ τὰς χεῖρας κειριῶν κωλυθεὶς πρὸς τὴν ἔξοδον.

 

Ἆρα μικρὰ ταῦτα πρὸς πίστιν τῆς τῶν νεκρῶν ἀναστάσεως; Εἰ ζητεῖς καὶ δι' ἑτέρων βεβαιωθῆναί σοι τὴν περὶ τούτου κρίσιν, ἀλλά μοι δοκεῖ μὴ μάτην τοῖς κατὰ Καφαρναοὺμ εἰρηκέναι͵ ὡς ἐκ προσώπου τῶν ἀνθρώπων ὁ Κύριος τοῦτο πρὸς ἑαυτὸν λέγων, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρέ͵ θεράπευσον σεαυτόν. Ἔδει γὰρ ἐν ἑτέροις σώμασι προσεθίσαντα τοὺς ἀνθρώπους τῷ κατὰ τὴν ἀνάστασιν θαύματι͵ ἐν τῷ καθ' ἑαυτὸν ἀνθρώπῳ βεβαιῶσαι τὸν λόγον. Εἶδες ἐν ἑτέροις ἐνεργὸν τὸ κήρυγμα. Τοὺς τεθνήξεσθαι μέλλοντας͵ τὸ παιδίον τὸ τοῦ ζῇν ἄρτι παυσάμενον͵ τὸν πρὸς τῷ τάφῳ νεανίαν͵ τὸν διεφθορότα νεκρόν͵ πάντας κατὰ τὸ ἶσον ἐνὶ προστάγματι πρὸς τὴν ζωὴν ἀναλύοντας. Ζητεῖς καὶ τοὺς διὰ τραυμάτων καὶ αἵματος ἐν τῷ θανάτῳ γεγονότας͵ μή τις ἐπὶ τούτων ἀτονία τῆς ζωοποιοῦ δυνάμεως λύῃ τὴν χάριν; Εἶδε τὸν ἐν ἥλοις διαπερονηθέντα τὰς χεῖρας. Εἶδε τὸν τὴν πλευρὰν λόγχῃ διαπαρέντα. Διένεγκε τοὺς δακτύλους σου διὰ τῶν τύπων τῶν ἥλων. Ἔμβαλε τὴν χεῖρά σου τῷ ἐκ τῆς λόγχης τραύματι. Στοχάζῃ πάντως ἐπὶ πόσων εἰκὸς ἦν εἰς τὸ ἐντὸς τὴν αἰχμὴν διαδῦναι͵ διὰ τοῦ πλάτους τῆς ὠτειλῆς͵ τὴν ἐπὶ τὸ ἔσω πάροδον λογιζόμενος. Ἡ γὰρ εἴσοδον χειρὸς ἀνθρωπίνης χωρήσασα πληγή͵ πόσον ἐντὸς τοῦ βάθους γεγενῆσθαι τὸν σίδηρον ὑποδείκνυσιν; Εἰ οὖν οὗτος ἐγήγερται͵ εὔκολον [224] ἂν εἴη τὸ ἀποστολικὸν ἐπιφθέγξασθαι, Πῶς λέγουσί τινες͵ ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;

 

Ἐπειδὴ τοίνυν πᾶσα μὲν πρόῤῥησις τοῦ Κυρίου διὰ τῆς τῶν γεγονότων μαρτυρίας ἀληθὴς ἐπιδείκνυται͵ τοῦτο δὲ οὐ λόγῳ μεμαθήκαμεν μόνον͵ ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἐπὶ τὴν ζωὴν ἐξ ἀναστάσεως ἐπανελθόντων͵ ἔργῳ τὴν ἀπόδειξιν τῆς ἐπαγγελίας ἐλάβομεν, τίς ὑπολείπεται τοῖς μὴ πιστεύουσιν ἀφορμή; Οὐκ͵ Ἔῤῥωσθε͵ φράσαντες τοῖς διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης παρακρουομένοις τὴν ἀκατάσκευον πίστιν͵ ψιλῆς ἑξόμεθα τῆς ὁμολογίας; μαθόντες ἐν ὀλίγῳ διὰ τοῦ Προφήτου τὸν τρόπον τῆς χάριτος͵ δι' ὧν φησιν, Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ὅτε καὶ εὐφραίνεσθαι τὸν Κύριον ἐπὶ τοῖς ἔργοις αὐτοῦ λέγει͵ ἐκλειπόντων τῶν ἁμαρτωλῶν ἀπὸ τῆς γῆς. Πῶς γάρ τις ἐξ ἁμαρτίας ὀνομασθήσεται͵ τῆς ἁμαρτίας οὐκ οὔσης;

 

 

 

 

 

 

 

Ὅτι οὐκ ἔξω τοῦ εἰκότος ἡ ἀνάστασις

 

Ἀλλ' εἰσί τινες͵ οἳ διὰ τὴν τῶν ἀνθρωπίνων λογισμῶν ἀτονίαν͵ πρὸς τὰ ἡμέτερα μέτρα τὴν θείαν δύναμιν κρίνοντες͵ τὸ ἡμῖν ἀχώρητον οὐδὲ Θεῷ δυνατὸν εἶναι κατασκευάζουσι. Δεικνύουσι γὰρ τῶν τε ἀρχαίων νεκρῶν τὸν ἀφανισμόν͵ τῶν τε διὰ πυρὸς ἀποτεφρωθέντων τὰ λείψανα καὶ ἔτι πρὸς τούτοις τὰ σαρκοβόρα τῶν ζώων τῷ λόγῳ προφέρουσι καὶ τὸν ἰχθὺν τῷ ἰδίῳ σώματι τὴν σάρκα τοῦ ναυαγήσαντος ἀναλαβόντα καὶ τοῦτον πάλιν τροφὴν ἀνθρώπων γενόμενον καὶ εἰς τὸν τοῦ βεβρωκότος ὄγκον μετακεχωρηκότα διὰ τῆς πέψεως, καὶ πολλὰ τοιαῦτα μικροπρεπῆ καὶ τῆς μεγάλης τοῦ Θεοῦ δυνάμεως καὶ ἐξουσίας ἀνάξια͵ ἐπ' ἀνατροπῇ τοῦ δόγματος διεξέρχονται, ὡς οὐ δυναμένου τοῦ Θεοῦ πάλιν διὰ τῶν αὐτῶν ὁδῶν͵ δι' ἀναλύσεως ἀποκαταστῆσαι τῷ ἀνθρώπῳ τὸ ἴδιον.

 

Ἀλλ' ἡμεῖς ἐν ὀλίγῳ τὰς μακρὰς αὐτῶν τῆς λογικῆς ματαιότητος περιδρομὰς ὑποτεμνώμεθα͵ ὁμολογοῦντες τὴν μὲν διάλυσιν τοῦ σώματος εἰς τὰ ἐξ ὧν συνέστηκε γίνεσθαι͵ καὶ οὐ μόνον τὴν γῆν κατὰ τὸν θεῖον λόγον εἰς τὴν γῆν ἀναλύεσθαι, ἀλλὰ καὶ τὸν ἀέρα καὶ τὸ ὑγρὸν προσχωρεῖν τῷ ὁμοφύλῳ καὶ ἑκάστου τῶν ἐν ἡμῖν πρὸς τὸ συγγενὲς τὴν μεταχώρησιν γίγνεσθαι͵ κἂν τοῖς σαρκοβόροις ὀρνέοις͵ κἂν τοῖς ὠμοτάτοις θηρίοις ἀναμιχθῇ τὸ ἀνθρώπινον σῶμα διὰ τῆς βρώσεως͵ κἂν ὑπὸ τὸν ὀδόντα τῶν ἰχθύων ἔλθῃ͵ κἂν εἰς ἀτμοὺς καὶ κόνιν μεταβληθῇ τῷ πυρί. Ὅπου δ' ἄν τις καθ' ὑπόθεσιν περιενέγκῃ τῷ λόγῳ τὸν ἄνθρωπον͵ ἐντὸς τοῦ κόσμου πάντως ἐστί, τοῦτον δὲ τῇ χειρὶ τοῦ Θεοῦ περικρατεῖσθαι ἡ θεόπνευστος διδάσκει φωνή. Εἰ οὖν σύ τι τῶν ἐν τῇ σῇ παλάμῃ οὐκ ἀγνοεῖς͵ ἆρ' οἴει τῆς σῆς δυνάμεως [225] ἀτονωτέραν εἶναι τὴν τοῦ Θεοῦ γνῶσιν͵ ὡς μὴ ἂν ἐξευρεῖν τῶν ἐμπεριεχομένων ὑπὸ τῆς θείας σπιθαμῆς τὴν ἀκρίβειαν;

 

 

 

 

 

 

 

Ὅτι δυνατόν ἐστιν εἰς τὰ τοῦ παντὸς στοιχεῖα τοῦ ἀνθρωπίνου σώματος ἀναλυθέντος͵ πάλιν ἐκ τοῦ κοινοῦ ἑκάστῳ τὸ ἴδιον ἀποσωθῆναι

 

Ἀλλὰ τυχὸν πρὸς τὰ στοιχεῖα τοῦ παντὸς βλέπων͵ δύσκολον οἴει τοῦ ἐν ἡμῖν ἀέρος πρὸς τὸ συγγενὲς στοιχεῖον ἀναχεθέντος καὶ τοῦ θερμοῦ τε καὶ ὑγροῦ καὶ τοῦ γεώδους ὡσαύτως τοῖς ὁμοφύλοις ἐγκαταμιχθέντων͵ πάλιν ἐκ τοῦ κοινοῦ τὸ οἰκεῖον ἐπὶ τὸ ἴδιον ἀναδραμεῖν.

 

Εἶτα οὐ λογίζῃ διὰ τῶν ἀνθρωπίνων ὑποδειγμάτων τὸ μηδὲ τοῦτο τῆς θείας δυνάμεως ὑπερβαίνειν τοὺς ὅρους; Εἶδές που πάντως ἐν ταῖς ἀνθρωπίναις οἰκήσεσι κοινὴν ἀγέλην ζώων τινῶν ἐκ κοινοῦ συνισταμένην. Ἀλλ' ὅταν πάλιν πρὸς τοὺς κεκτημένους αὐτὴ καταμερίζηται͵ ἥ τε πρὸς τοὺς οἴκους συνήθεια καὶ τὰ ἐπικείμενα σημεῖα τὸ ἴδιον ἑκάστῳ ἀποκαθίστησι. Τοιοῦτόν τι καὶ περὶ σεαυτὸν ἐννοῶν͵ οὐχ ἁμαρτήσεις τοῦ πρέποντος. Φυσικῇ γάρ τινι σχέσει καὶ στοργῇ πρὸς τὸ συνοικῆσαν σῶμα τῆς ψυχῆς διακειμένης͵ ἔστι τις κατὰ τὸ λεληθὸς αὐτῇ διὰ τῆς συνανακράσεως τοῦ οἰκείου σχέσις τε καὶ ἐπίγνωσις͵ οἷον σημείων τινῶν παρὰ τῆς φύσεως ἐπικειμένων͵ δι' ὧν ἡ κοινότης ἀσύγχυτος μένει διακρινομένη τοῖς ἰδιάζουσι. Τῆς τοίνυν ψυχῆς τὸ συγγενές τε καὶ ἴδιον ἐφ' ἑαυτὴν πάλιν ἑλκούσης͵ τίς πόνος͵ εἰπέ μοι͵ τῇ θείᾳ δυνάμει κωλῦσαι τῶν οἰκείων τὴν συνδρομήν͵ ἀῤῥήτῳ τινὶ τῇ τῆς φύσεως ὁλκῇ πρὸς τὸ ἴδιον ἐπειγομένων; Τὸ γὰρ ἐπιδιαμένειν τινὰ τῇ ψυχῇ καὶ μετὰ τὴν διάλυσιν σημεῖα τοῦ ἡμετέρου συγκρίματος δείκνυσιν ὁ κατὰ τὸν ᾅδην διάλογος͵ τῶν μὲν σωμάτων τῷ τάφῳ παραδοθέντων͵ γνωρίσματος δέ τινος σωματικοῦ ταῖς ψυχαῖς παραμείναντος͵ δι' οὗ καὶ ὁ Λάζαρος ἐγνωρίζετο καὶ οὐκ ἠγνοεῖτο ὁ πλούσιος.

 

Οὐκοῦν οὐδὲν ἕξω τοῦ εἰκότος ἐστί, πάλιν πιστεύειν ἐκ τοῦ κοινοῦ πρὸς τὸ ἴδιον τὴν ἀνάλυσιν γίνεσθαι τῶν ἀνισταμένων σωμάτων καὶ μάλιστά γε τῷ φιλοπονώτερον τὴν φύσιν ἡμῶν κατεξετάζοντι. Οὔτε γὰρ δι' ὅλου ἐν ῥύσει καὶ μεταβολῇ τὸ ἡμέτερον. ῏Η γὰρ ἂν ἄληπτον ἦν καθόλου τῷ μηδεμίαν στάσιν ἔχειν ἐκ φύσεως, ἀλλὰ κατὰ τὸν ἀκριβέστερον λόγον͵ τὸ μέν τι ἔστηκε τῶν ἐν ἡμῖν͵ τὸ δὲ δι' ἀλλοιώσεως πρόεισιν. Ἀλλοιοῦται μὲν γὰρ δι' αὐξήσεώς τε καὶ μειώσεως τὸ σῶμα͵ οἷον ἱμάτιά τινα͵ τὰς καθεξῆς ἡλικίας μετενδυόμενον. Ἕστηκε δὲ διὰ πάσης τροπῆς ἀμετάβλητον ἐφ' ἑαυτοῦ τὸ εἶδος͵ τῶν ἅπαξ ἐπιβληθέντων αὐτῷ παρὰ τῆς φύσεως σημείων οὐκ ἐξιστάμενον͵ ἀλλὰ πάσαις ταῖς κατὰ τὸ σῶμα τροπαῖς μετὰ τῶν ἰδίων ἐμφαινόμενον γνωρισμάτων.

 

Ὑπεξαιρείσθω δὲ τοῦ λόγου ἡ ἐκ πάθους ἀλλοίωσις͵ ἡ τῷ εἴδει ἐπισυμβαίνουσα, οἶον γάρ τι προσωπεῖον ἀλλότριον ἡ κατὰ τὴν νόσον ἀμορφία διαλαμβάνει τὸ εἶδος͵ [228] ἧς τῷ λόγῳ περιαιρεθείσης, καθάπερ ἐπὶ Νεεμὰν τοῦ Σύρου ἢ ἐπὶ τῶν κατὰ τὸ Εὐαγγέλιον ἱστορηθέντων͵ πάλιν τὸ κεκρυμμένον ὑπὸ τοῦ πάθους εἶδος διὰ τῆς ὑγείας ἐν τοῖς ἰδίοις ἀνεφάνη γνωρίσμασι.

 

Τῷ τοίνυν θεοειδεῖ τῆς ψυχῆς οὐ τὸ ῥέον ἐν τῇ ἀλλοιώσει καὶ μεθιστάμενον͵ ἀλλὰ τὸ μόνιμόν τε καὶ ὡσαύτως ἔχον ἐν τῷ καθ' ἡμᾶς συγκρίματι τούτῳ προσφύεται. Καὶ ἐπειδὴ τὰς κατὰ τὸ εἶδος διαφορὰς αἱ ποιαὶ τῆς κράσεως παραλλαγαὶ μεταμορφοῦσιν͵ ἡ δὲ κρᾶσις οὐκ ἄλλη τις παρὰ τὴν τῶν στοιχείων μίξιν ἐστί͵ στοιχεῖα δέ φαμεν τὰ τῇ κατασκευῇ τοῦ παντὸς ὑποκείμενα͵ δι' ὧν καὶ τὸ ἀνθρώπινον συνέστηκε σῶμα͵ ἀναγκαίως τοῦ εἴδους οἷον ἐκμαγείῳ σφραγίδος τῇ ψυχῇ παραμείναντος͵ οὐδὲ τὰ ἐναπομαξάμενα τῇ σφραγῖδι τὸν τύπον ὑπ' αὐτῆς ἀγνοεῖται͵ ἀλλ' ἐν τῷ καιρῷ τῆς ἀναστοιχειώσεως ἐκεῖνα δέχεται πάλιν πρὸς ἑαυτήν͵ ἅπερ ἂν ἐναρμόσῃ τῷ τύπῳ τοῦ εἴδους, ἐναρμόσειε δὲ πάντως ἐκεῖνα͵ ὅσα κατ' ἀρχὰς ἐνετυπώθη τῷ εἴδει. Οὐκοῦν οὐδὲν ἔξω τοῦ εἰκότος ἐστί͵ πάλιν ἐκ τοῦ κοινοῦ πρὸς τὸ καθέκαστον ἐπαναλύειν τὸ ἴδιον.

 

Λέγεται δὲ καὶ τὴν ὑδράργυρον προχεθεῖσαν τοῦ περιέχοντος καθ' ὑπτίου τινὸς καὶ κονιορτώδους χωρίου, εἰς λεπτὰ σφαιρωθεῖσαν κατὰ τὴν γῆν διασκίδνασθαι͵ πρὸς οὐδὲν τῶν ἐπιτυχόντων ἐμμιγνυμένην. Εἰ δέ τις πάλιν τὸ πολλαχῆ κατεσπαρμένον εἰς ἓν συναγείρειεν͵ αὐτομάτως ἀναχεῖσθαι πρὸς τὸ ὁμόφυλον͵ οὐδενὶ μέσῳ πρὸς τὴν οἰκείαν μίξιν διειργομένην. Τοιοῦτόν τι χρῆναι νομίζω καὶ περὶ τὸ ἀνθρώπινον σύγκριμα διανοεῖσθαι· εἰ μόνον γένοιτο παρὰ τοῦ Θεοῦ τὸ ἐνδόσιμον͵ αὐτομάτως τὰ κατάλληλα μέρη τοῖς οἰκείοις ἐπανακίρνασθαι͵ μηδεμιᾶς ἐργωδίας τῷ ἀναστοιχειοῦντι τὴν φύσιν διὰ τούτων ἐγγινομένης. 

 

Καὶ γὰρ ἐπὶ τῶν ἐν τῇ γῇ φυομένων͵ οὐδένα πόνον ὁρῶμεν τῆς φύσεως ἐπὶ τὸν πυρὸν ἢ τὴν κέγχρον ἢ ἄλλο τι τῶν σιτηρῶν ἢ χεδροπῶν σπερμάτων ἐν τῷ μεταβάλλειν εἰς καλάμην καὶ ἀθέρικας καὶ ἀστάχυας. Ἀπραγματεύτως γὰρ κατὰ τὸ αὐτόματον ἡ κατάλληλος τροφὴ ἐκ τοῦ κοινοῦ πρὸς τὴν ἑκάστου τῶν σπερμάτων ἰδιότητα μεταβαίνει. Εἰ οὖν κοινῆς πᾶσι τοῖς φυομένοις τῆς ἰκμάδος ὑποκειμένης͵ ἕκαστον τῶν δι' αὐτῆς τρεφομένων τὸ κατάλληλον ἔσπασεν εἰς τὴν τοῦ οἰκείου προσθήκην, τί καινὸν͵ εἰ καὶ ἐν τῷ τῆς ἀναστάσεως λόγῳ παρ' ἑκάστου τῶν ἀνισταμένων͵ καθὼς ἐπὶ τῶν σπερμάτων συμβαίνει, οὕτως γίνεσθαι τὴν τοῦ οἰκείου ὁλκήν;

 

Ὥστε ἐξ ἁπάντων δυνατὸν εἶναι μαθεῖν͵ μηδὲν ἔξω τῶν τῇ πείρᾳ γνωριζομένων τὸ κήρυγμα περιέχειν τῆς ἀναστάσεως.

 

Καί τοιγε τὸ γνωριμώτατον τῶν ἡμετέρων ἐσιωπήσαμεν͵ αὐτὴν λέγω τὴν πρώτην τῆς συστάσεως ἡμῶν ἀφορμήν. Τίς γὰρ οὐκ οἶδε τὴν θαυματοποιίαν τῆς φύσεως͵ τί λαβοῦσα ἡ μητρῴα νηδύς͵ τί ἀπεργάζεται; ῍Η [229] οὐχ ὁρᾷς ὅπως ἀπλοῦν τρόπον τινὰ καὶ ὁμοιομερές ἐστι τὸ εἰς ἀφορμὴν τῆς συστάσεως τοῦ σώματος τοῖς σπλάγχνοις καταβαλλόμενον; τὴν δὲ ποικιλίαν τοῦ κατασκευαζομένου συγκρίματος τίς λόγος ἐκδιηγήσεται; Τίς δ' ἂν μὴ τῇ κοινῇ φύσει τὸ τοιοῦτον μαθών͵ δυνατὸν ἡγήσαιτο τὸ γινόμενον͵ ὅτι τὸ βραχύ τε καὶ ἀντ' οὐδενὸς ἐκεῖνο τοῦ τοσούτου πράγματός ἐστιν ἀρχή; μέγα δέ φημι͵ οὐ μόνον εἰς τὴν κατὰ τὸ σῶμα βλέπων διάπλασιν͵ ἀλλ' ὃ πρὸ τούτου θαυμάζειν ἄξιον͵ αὐτὴν λέγω τὴν ψυχὴν καὶ τὰ περὶ αὐτὴν θεωρούμενα.

 

 

 

 

 

 

 

 

Πρὸς τοὺς λέγοντας προϋφεστάναι τὰς ψυχὰς τῶν σωμάτων ἢ τὸ ἔμπαλιν πρὸ τῶν ψυχῶν διαπεπλᾶσθαι τὰ σώματα. Ἐν ᾧ τις καὶ ἀνατροπὴ τῆς κατὰ τὰς μετεμψυχώσεις μυθοποιίας

 

Τάχα γὰρ οὐκ ἔξω τῆς προκειμένης ἡμῖν πραγματείας ἐστὶ τὸ διεξετάσαι τὸ ἀμφιβαλλόμενον ἐν ταῖς ἐκκλησίαις περὶ ψυχῆς τε καὶ σώματος. Τοῖς μὲν γὰρ τῶν πρὸ ἡμῶν δοκεῖ͵ οἷς ὁ Περὶ τῶν ἀρχῶν ἐπραγματεύθη λόγος͵ καθάπερ τινὰ δῆμον ἐν ἰδιαζούσῃ πολιτείᾳ τὰς ψυχὰς προϋφεστάναι λέγειν. Προκεῖσθαι δὲ κἀκεῖ τά τε τῆς κακίας καὶ τῆς ἀρετῆς ὑποδείγματα. Καὶ παραμένουσαν μὲν ἐν τῷ καλῷ τὴν ψυχήν͵ τῆς πρὸς τὸ σῶμα συμπλοκῆς μένειν ἀπείρατον, εἰ δὲ καὶ ἀποῤῥυῇ τῆς τοῦ ἀγαθοῦ μετουσίας͵ πρὸς τὸν τῇδε βίον κατολισθαίνειν καὶ οὕτως ἐν σώματι γίνεσθαι. Ἕτεροι δὲ τῇ κατὰ τὸν Μωσέα τάξει τῆς κατασκευῆς τοῦ ἀνθρώπου προσέχοντες͵ δευτέραν εἶναι τὴν ψυχὴν τοῦ σώματος κατὰ τὸν χρόνον φασίν. Ἐπειδὴ πρῶτον λαβὼν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, ἔπλασε τὸν ἄνθρωπον, εἶθ' οὕτως ἐψύχωσε διὰ τοῦ ἐμφυσήματος. Καὶ τούτῳ τῷ λόγῳ προτιμοτέραν ἀποδεικνύουσι τῆς ψυχῆς τὴν σάρκα͵ τῆς ἐπεισκρινομένης τὴν προδιαπεπλασμένην. Λέγουσι γὰρ διὰ τὸ σῶμα τὴν ψυχὴν γενέσθαι͵ ὡς ἂν μὴ ἄπνουν τε καὶ ἀκίνητον εἴη τὸ πλάσμα. Πᾶν δὲ τὸ διά τι γινόμενον͵ ἀτιμότερον πάντως ἐστὶ τοῦ δι' ὃ γίνεται. Καθὼς τὸ Εὐαγγέλιον λέγει͵ ὅτι πλεῖόν ἐστι τῆς τροφῆς ἡ ψυχὴ καὶ τὸ σῶμα τοῦ ἐνδύματος͵ διότι τούτων ἕνεκεν ἐκεῖνα. Οὐ γὰρ διὰ τὴν τροφὴν ἡ ψυχὴ οὐδὲ τοῦ ἐνδύματος χάριν κατεσκευάσθη τὰ σώματα.

 

Ἐπεὶ οὖν ἐν ἀμφοτέραις ταῖς ὑπολήψεσιν ὁ λόγος ὑπαίτιος͵ τῶν τε προβιοτεύειν τὰς ψυχὰς ἐν ἰδίᾳ τινὶ καταστάσει μυθολογούντων καὶ τῶν ὑστέρας τῶν σωμάτων κατασκευάζεσθαι νομιζόντων, ἀναγκαῖον ἂν εἴη μηδὲν τῶν λεγομένων ἐν τοῖς δόγμασι περιιδεῖν ἀνεξέταστον. Ἀλλὰ τὸ μὲν δι' ἀκριβείας τοὺς ἑκατέρωθεν γυμνάζειν λόγους καὶ πάσας ἐκκαλύπτειν τὰς ἐγκειμένας ἀτοπίας ταῖς ὑπολήψεσι͵ μακροῦ ἂν δέοιτο καὶ χρόνου καὶ λόγου· δι' ὀλίγων δὲ καθώς ἐστι δυνατόν͵ ἑκάτερον τῶν εἰρημένων ἐπισκεψάμενοι͵ [232] πάλιν τῶν προκειμένων ἀντιληψόμεθα.

 

Οἱ τῷ προτέρῳ παριστάμενοι λόγῳ καὶ πρεσβυτέραν τῆς ἐν σαρκὶ ζωῆς τὴν πολιτείαν τῶν ψυχῶν δογματίζοντες͵ οὔ μοι δοκοῦσι τῶν Ἑλληνικῶν καθαρεύειν δηγμάτων͵ τῶν περὶ τῆς μετενσωματώσεως αὐτοῖς μεμυθολογημένων. Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε͵ πρὸς τοῦτο κατὰ πᾶσαν ἀνάγκην τὸν λόγον αὐτοῖς εὑρήσει κατασυρόμενον͵ ὅν φασί τινα τῶν παρ' ἐκείνοις σοφῶν εἰρηκέναι͵ ὅτι ἀνὴρ γέγονεν ὁ αὐτὸς καὶ γυναικὸς σῶμα μετημφιάσατο καὶ μετ' ὀρνέων ἀνέπτη καὶ θάμνος ἔφυ καὶ τὸν ἔνυδρον ἔλαχε βίον. Οὐ πόῤῥω τῆς ἀληθείας κατά γε τὴν ἐμὴν κρίσιν φερόμενος͵ ὁ περὶ αὑτοῦ ταῦτα λέγων. Ὄντως γὰρ βατράχων τινῶν ἢ κολοιῶν φλυαρίας ἢ ἀλογίας ἰχθύων ἢ δρυῶν ἀναισθησίας ἄξια τὰ τοιαῦτα δόγματα͵ τὸ μίαν ψυχὴν λέγειν διὰ τοσούτων ἐλθεῖν.

 

Τῆς δὲ τοιαύτης ἀτοπίας αὕτη ἐστὶν ἡ αἰτία͵ τὸ προϋφεστάναι τὰς ψυχὰς οἴεσθαι. Δι' ἀκολούθου γὰρ ἡ ἀρχὴ τοῦ τοιούτου δόγματος ἐπὶ τὸ προσεχές τε καὶ παρακείμενον τὸν λόγον προάγουσα͵ μέχρι τούτου τερατευομένη διέξεισιν. Εἰ γὰρ διά τινος κακίας ἀποσπασθεῖσα τῆς ὑψηλοτέρας ἡ ψυχὴ πολιτείας͵ μετὰ τὸ (καθώς φασιν) ἅπαξ γεύσασθαι τοῦ σωματικοῦ βίου͵ πάλιν ἄνθρωπος γίνεται͵ ἐμπαθέστερος δὲ πάντως ὁ ἐν σαρκὶ βίος ὁμολογεῖται παρὰ τὸν ἀΐδιον καὶ ἀσώματον, ἀνάγκη πᾶσα τὴν ἐν τῷ τοιούτῳ γινομένην βίῳ͵ ἐν ᾧ πλείους αἱ πρὸς τὸ ἁμαρτάνειν εἰσὶν ἀφορμαί͵ ἐν πλείονί τε κακίᾳ γενέσθαι καὶ ἐμπαθέστερον ἢ πρότερον διατεθῆναι· ἀνθρωπίνης δὲ ψυχῆς πάθος ἡ πρὸς τὸ ἄλογόν ἐστιν ὁμοίωσις, τούτῳ δὲ προσοικειωθεῖσαν αὐτήν͵ εἰς κτηνώδη φύσιν μεταῤῥυῆναι· ἅπαξ δὲ διὰ κακίας ὁδεύουσαν͵ μηδὲ ἐν ἀλόγῳ γενομένην τῆς ἐπὶ τὸ κακὸν προόδου λῆξαί ποτε. Ἡ γὰρ τοῦ κακοῦ στάσις ἀρχὴ τῆς κατ' ἀρετήν ἐστιν ὁρμῆς· ἀρετὴ δὲ ἐν ἀλόγοις οὐκ ἔστιν. Οὐκοῦν ἀεὶ πρὸς τὸ χεῖρον ἐξ ἀνάγκης ἀλλοιωθήσεται͵ πάντοτε πρὸς τὸ ἀτιμότερον προϊοῦσα καὶ ἀεὶ τὸ χεῖρον τῆς ἐν ᾗ ἐστι φύσεως ἐξευρίσκουσα. Ὥσπερ δὲ τοῦ λογικοῦ τὸ αἰσθητὸν ὑποβέβηκεν͵ οὕτω καὶ ἀπὸ τούτου ἐπὶ τὸ ἀναίσθητον ἡ μετάπτωσις γίνεται.

 

Ἀλλὰ μέχρι τούτου προϊὼν ὁ λόγος αὐτοῖς͵ εἰ καὶ ἔξω τῆς ἀληθείας φέρεται͵ ἀλλά γε διά τινος ἀκολουθίας τὸ ἄτοπον ἐξ ἀτόπου μεταλαμβάνει. Τὸ δὲ ἐντεῦθεν ἤδη διὰ τῶν ἀσυναρτήτων αὐτοῖς τὸ δόγμα μυθοποιεῖται. Ἡ μὲν γὰρ ἀκολουθία παντελῆ διαφθορὰν τῆς ψυχῆς ὑποδείκνυσιν. Ἡ γὰρ ἅπαξ τῆς ὑψηλῆς πολιτείας ἀπολισθήσασα͵ ἐν οὐδενὶ μέτρῳ κακίας στῆναι δυνήσεται͵ ἀλλὰ διὰ τῆς πρὸς τὰ πάθη σχέσεως͵ ἀπὸ μὲν τοῦ λογικοῦ πρὸς τὸ ἄλογον μεταβήσεται, ἀπ' ἐκείνου δὲ πρὸς τὴν τῶν φυτῶν ἀναισθησίαν μετατεθήσεται, τῷ δὲ ἀναισθήτῳ γειτνιᾷ [233] πως τὸ ἄψυχον, τούτῳ δὲ τὸ ἀνύπαρκτον ἕπεται. Ὥστε καθόλου διὰ τῆς ἀκολουθίας πρὸς τὸ μὴ ὂν αὐτοῖς ἡ ψυχὴ μεταχωρήσει. Οὐκοῦν ἀμήχανος αὐτῇ πάλιν ἐξ ἀνάγκης ἔσται ἡ πρὸς τὸ κρεῖττον ἐπάνοδος. Ἀλλὰ μὴν ἐκ θάμνου ἐπὶ τὸν ἄνθρωπον τὴν ψυχὴν ἐπανάγουσιν. Οὐκοῦν προτιμοτέραν τὴν ἐν θάμνῳ ζωὴν τῆς ἀσωμάτου διαγωγῆς ἐκ τούτων ἀποδεικνύουσιν.

 

Δέδεικται γὰρ ὅτι ἡ πρὸς τὸ χεῖρον γενομένη πρόοδος τῆς ψυχῆς͵ πρὸς τὸ κατώτερον κατὰ τὸ εἰκὸς ὑποβήσεται. Ὑποβέβηκε δὲ τὴν ἀναίσθητον φύσιν τὸ ἄψυχον͵ εἰς ὃ δι' ἀκολουθίας ἡ ἀρχὴ τοῦ δόγματος αὐτῶν τὴν ψυχὴν ἄγει. Ἀλλ' ἐπειδὴ τοῦτο οὐ βούλονται ἢ τῷ ἀναισθήτῳ τὴν ψυχὴν ἐγκατακλείουσιν ἤ, εἴπερ ἐντεῦθεν ἐπὶ τὸν ἀνθρώπινον αὐτὴν ἐπανάγοιεν βίον͵ προτιμότερον (καθὼς εἴρηται) τὸν ξυλώδη βίον τῆς πρώτης ἀποδείξουσι καταστάσεως͵ εἴπερ ἐκεῖθεν μὲν ἡ πρὸς κακίαν κατάπτωσις γέγονεν͵ ἐντεῦθεν δὲ ἡ πρὸς ἀρετὴν ἐπάνοδος γίνεται.

 

Οὐκοῦν ἀκέφαλός τις καὶ ἀτελὴς ὁ τοιοῦτος διελέγχεται λόγος͵ ὁ τὰς ψυχὰς ἐφ' ἑαυτῶν πρὸ τῆς ἐν σαρκὶ ζωῆς βιοτεύειν κατασκευάζων καὶ διὰ κακίας συνδεῖσθαι τοῖς σώμασι. Τῶν δέ γε νεωτέραν τοῦ σώματος τὴν ψυχὴν εἶναι λεγόντων͵ προκατεσκευάσθη διὰ τῶν κατόπιν ἡ ἀτοπία.

 

Οὐκοῦν ἀπόβλητος ἐπίσης ὁ παρ' ἀμφοτέρων λόγος. Διὰ δὲ τοῦ μέσου τῶν ὑπολήψεων εὐθύνειν οἶμαι δεῖν ἐν ἀληθείᾳ τὸ ἡμέτερον δόγμα. Ἔστι δὲ τοῦτο͵ τὸ μήτε κατὰ τὴν Ἑλληνικὴν ἀπάτην ἐν κακίᾳ τινὶ βαρηθείσας τὰς τῷ παντὶ συμπεριπολούσας ψυχὰς ἀδυναμίᾳ τοῦ συμπαραθέειν τῇ ὀξύτητι τῆς τοῦ πόλου κινήσεως ἐπὶ τὴν γῆν καταπίπτειν οἴεσθαι, μηδ' αὖ πάλιν οἱονεὶ πήλινον ἀνδριάντα προδιαπλασθέντα τῷ λόγῳ τὸν ἄνθρωπον͵ τούτου ἕνεκα τὴν ψυχὴν γίνεσθαι λέγειν. ῏Η γὰρ ἂν ἀτιμοτέρα τοῦ πηλίνου πλάσματος ἡ νοερὰ φύσις ἀποδειχθείη.

 

 

 

 

 

 

 

Κατασκευὴ τοῦ μίαν καὶ τὴν αὐτὴν ψυχῇ τε καὶ σώματι τὴν αἰτίαν τῆς ὑπάρξεως εἶναι

 

Ἀλλ' ἑνὸς ὄντος τοῦ ἀνθρώπου͵ τοῦ διὰ ψυχῆς τε καὶ σώματος συνεστηκότος͵ μίαν αὐτοῦ καὶ κοινὴν τῆς συστάσεως τὴν ἀρχὴν ὑποτίθεσθαι͵ ὡς ἂν μὴ αὐτὸς ἑαυτοῦ προγενέστερός τε καὶ νεώτερος γένοιτο͵ τοῦ μὲν σωματικοῦ προτερεύοντος ἐν αὐτῷ͵ τοῦ δὲ ἑτέρου ἐφυστερίζοντος. Ἀλλὰ τῇ μὲν προγνωστικῇ τοῦ Θεοῦ δυνάμει͵ κατὰ τὸν μικρῷ πρόσθεν ἀποδοθέντα λόγον͵ ἅπαν προϋφεστάναι τὸ ἀνθρώπινον πλήρωμα λέγειν͵ συμμαρτυρούσης εἰς τοῦτο τῆς προφητείας͵ τῆς λεγούσης εἰδέναι τὰ πάντα τὸν Θεὸν πρὶν γενέσεως αὐτῶν. Ἐν δὲ τῇ καθ' ἕκαστον δημιουργίᾳ μὴ προτιθέναι τοῦ ἑτέρου τὸ ἕτερον͵ μήτε πρὸ τοῦ σώματος τὴν ψυχήν͵ μήτε τὸ ἔμπαλιν, ὡς ἂν μὴ στασιάζοι πρὸς ἑαυτὸν ὁ ἄνθρωπος τῇ κατὰ τὸν χρόνον διαφορᾷ [236] μεριζόμενος.

 

Διπλῆς γὰρ τῆς φύσεως ἡμῶν νοουμένης κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν͵ τοῦ τε φαινομένου ἀνθρώπου καὶ τοῦ κεκρυμμένου, εἰ τὸ μὲν προϋπάρχοι͵ τὸ δὲ ἐπιγένοιτο͵ ἀτελής τις ἡ τοῦ δημιουργοῦντος ἀπελεγχθήσεται δύναμις͵ οὐ τῷ παντὶ κατὰ τὸ ἀθρόον ἐξαρκοῦσα͵ ἀλλὰ διαιρουμένη τὸ ἔργον καὶ ἀνὰ μέρος περὶ ἑκάτερον τῶν ἡμισευμάτων ἀσχολουμένη.

 

Ἀλλ' ὥσπερ ἐν τῷ σίτῳ φαμὲν ἢ ἐν ἑτέρῳ τινὶ τῶν σπερμάτων͵ ἅπαν ἐμπεριειλῆφθαι τῇ δυνάμει τὸ κατὰ τὸν στάχυν εἶδος͵ τὸν χόρτον͵ τὴν καλάμην͵ τὰς διὰ μέσου ζώνας͵ τὸν καρπόν͵ τοὺς ἀνθέρικας καὶ οὐδὲν τούτων ἐν τῷ τῆς φύσεως λόγῳ προϋπάρχειν ἢ προγίνεσθαί φαμεν τῇ φύσει τοῦ σπέρματος͵ ἀλλὰ τάξει μέν τινι φυσικῇ τὴν ἐγκειμένην τῷ σπέρματι δύναμιν φανεροῦσθαι͵ οὐ μὴν ἑτέραν ἐπεισκρίνεσθαι φύσιν, κατὰ τὸν αὐτὸν λόγον καὶ τὴν ἀνθρωπίνην σπορὰν ὑπειλήφαμεν ἔχειν ἐν τῇ πρώτῃ τῆς συστάσεως ἀφορμῇ συνεσπαρμένην τὴν τῆς φύσεως δύναμιν. Ἐξαπλοῦσθαι δὲ καὶ φανεροῦσθαι διά τινος φυσικῆς ἀκολουθίας πρὸς τὸ τέλειον προϊοῦσαν͵ οὐ προσλαμβάνουσάν τι τῶν ἔξωθεν εἰς ἀφορμὴν τελειώσεως, ἀλλ' ἑαυτὴν εἰς τὸ τέλειον δι' ἀκολουθίας προάγουσαν. Ὡς μήτε ψυχὴν πρὸ τοῦ σώματος͵ μήτε χωρὶς ψυχῆς τὸ σῶμα ἀληθὲς εἶναι λέγειν͵ ἀλλὰ μίαν ἀμφοτέρων ἀρχὴν κατὰ μὲν τὸν ὑψηλότερον λόγον ἐν τῷ πρώτῳ τοῦ Θεοῦ βουλήματι καταβληθεῖσαν͵ κατὰ δὲ τὸν ἕτερον ἐν ταῖς τῆς γενέσεως ἀφορμαῖς συνισταμένην.

 

Ὡς γὰρ οὐκ ἔστι τὴν κατὰ μέλη διάρθρωσιν ἐνιδεῖν τῷ πρὸς τὴν σύλληψιν τοῦ σώματος ἐντιθεμένῳ πρὸ τῆς διαπλάσεως, οὕτως οὐδὲ τὰς τῆς ψυχῆς ἰδιότητας ἐν τῷ αὐτῷ δυνατόν ἐστι κατανοῆσαι͵ πρὶν προελθεῖν εἰς ἐνέργειαν. Καὶ ὥσπερ οὐκ ἄν τις ἀμφιβάλοι πρὸς τὰς τῶν ἄρθρων τε καὶ σπλάγχνων διαφορὰς ἐκεῖνο τὸ ἐντεθὲν σχηματίζεσθαι͵ οὐκ ἄλλης τινὸς δυνάμεως ἐπεισερχομένης͵ ἀλλὰ τῆς ἐγκειμένης φυσικῶς πρὸς τὴν ἐνέργειαν αὐτῆς μεθισταμένης, οὕτω καὶ περὶ ψυχῆς ἀναλόγως ἔστι τὸ ἶσον ὑπονοῆσαι͵ ὅτι κἂν μὴ διά τινων ἐνεργειῶν ἐν τῷ φαινομένῳ γνωρίζηται͵ οὐδὲν ἧττόν ἐστιν ἐν ἐκείνῳ. Καὶ γὰρ καὶ τὸ εἶδος τοῦ μέλλοντος συνίστασθαι ἀνθρώπου ἐν ἐκείνῳ ἐστὶ τῇ δυνάμει͵ λανθάνει δὲ διὰ τὸ μὴ εἶναι δυνατὸν πρὸ τῆς ἀναγκαίας ἀκολουθίας ἀναφανῆναι. Οὕτω καὶ ἡ ψυχή ἐστι μὲν ἐν ἐκείνῳ καὶ μὴ φαινομένη͵ φανήσεται δὲ διὰ τῆς οἰκείας ἑαυτῆς καὶ κατὰ φύσιν ἐνεργείας͵ τῇ σωματικῇ αὐξήσει συμπροϊοῦσα.

 

Ἐπειδὴ γὰρ οὐκ ἀπὸ νεκροῦ σώματος ἡ πρὸς τὴν σύλληψιν δύναμις ἀποκρίνεται͵ ἀλλ' ἐξ ἐμψύχου καὶ ζῶντος, διὰ τοῦτό φαμεν εὔλογον εἶναι μὴ νεκρὸν καὶ ἄψυχον οἴεσθαι τὸ ἀπὸ ζῶντος εἰς ζωῆς ἀφορμὴν προϊέμενον. Τὸ γὰρ ἐν σαρκὶ ἄψυχον, καὶ νεκρόν ἐστι πάντως. Ἡ δὲ νεκρότης κατὰ στέρησιν ψυχῆς γίνεται. Οὐκ ἂν δέ τις ἐπὶ τούτου πρεσβυτέραν τῆς ἕξεως εἴποι τὴν στέρησιν͵ εἴπερ τὸ ἄψυχον͵ ὅπερ νεκρότης ἐστί͵ τῆς ψυχῆς εἶναί τις κατασκευάζει πρεσβύτερον. [237] Εἰ δέ τις καὶ ἐναργέστερον ζητοίη τεκμήριον τοῦ ζῇν ἐκεῖνο τὸ μέρος͵ ὅπερ ἀρχὴ τοῦ κατασκευαζομένου γίνεται ζώου͵ δυνατόν ἐστι καὶ δι' ἄλλων σημείων͵ δι' ὧν τὸ ἔμψυχον ἐκ τοῦ νεκροῦ διακρίνεται͵ καὶ περὶ τούτου κατανοῆσαι. Τεκμήριον γὰρ τοῦ ζῇν ἐπὶ τῶν ἀνθρώπων ποιούμεθα͵ τὸ θερμὸν εἶναί τινα καὶ ἐνεργὸν καὶ κινούμενον. Τὸ δὲ κατεψυγμένον τε καὶ ἀκίνητον ἐπὶ τῶν σωμάτων͵ οὐδὲν ἕτερον εἰ μὴ νεκρότης ἐστίν.

 

Ἐπειδὴ τοίνυν ἔνθερμόν τε καὶ ἐνεργὸν θεωροῦμεν τοῦτο͵ περὶ οὗ τὸν λόγον ποιούμεθα͵ τὸ μηδὲ ἄψυχον εἶναι διὰ τούτων συντεκμαιρόμεθα. Ἀλλ' ὥσπερ κατὰ τὸ σωματικὸν αὐτοῦ μέρος οὐ σάρκα φαμὲν αὐτὸ καὶ ὀστέα καὶ τρίχας καὶ ὅσα περὶ τὸ ἀνθρώπινον καθορᾶται͵ ἀλλὰ τῇ δυνάμει μὲν τούτων ἕκαστον εἶναι͵ οὔπω δὲ κατὰ τὸ ὁρώμενον φαίνεσθαι, οὕτω καὶ ἐπὶ τοῦ ψυχικοῦ μέρους οὔπω μὲν τὸ λογικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδὲς καὶ ὅσα περὶ ψυχὴν καθορᾶται͵ καὶ ἐν ἐκείνῳ χώραν ἔχειν φαμέν͵ ἀναλόγως δὲ τῆς τοῦ σώματος κατασκευῆς τε καὶ τελειώσεως͵ καὶ τὰς τῆς ψυχῆς ἐνεργείας τῷ ὑποκειμένῳ συναύξεσθαι. 

 

Ὥσπερ γὰρ τελειωθεὶς ὁ ἄνθρωπος ἐν τοῖς μείζοσιν ἔχει διαφαινομένην τῆς ψυχῆς τὴν ἐνέργειαν, οὕτως ἐν ἀρχῇ τῆς συστάσεως τὴν κατάλληλόν τε καὶ σύμμετρον τῇ παρούσῃ χρείᾳ συνέργειαν τῆς ψυχῆς ἐφ' ἑαυτοῦ διαδείκνυσιν͵ ἐν τῷ κατασκευάζειν αὐτὴν ἑαυτῇ διὰ τῆς ἐντεθείσης ὕλης τὸ προσφυὲς οἰκητήριον. Οὐδὲ γὰρ εἶναι δυνατὸν λογιζόμεθα͵ ἀλλοτρίαις οἰκοδομαῖς τὴν ψυχὴν ἐναρμόζεσθαι͵ ὡς οὐκ ἔστι τὴν ἐν τῷ κηρῷ σφραγίδα πρὸς ἀλλοτρίαν ἁρμοσθῆναι γλυφήν.

 

Καθάπερ γὰρ τὸ σῶμα ἐκ βραχυτάτου πρὸς τὸ τέλειον πρόεισιν͵ οὕτω καὶ ἡ τῆς ψυχῆς ἐνέργεια καταλλήλως ἐμφυομένη τῷ ὑποκειμένῳ͵ συνεπιδίδωσι καὶ συναύξεται. Προηγεῖται μὲν γὰρ αὐτῆς ἐν τῇ πρώτῃ κατασκευῇ οἶον ῥίζης τινὸς ἐν τῇ γῇ κατακρυφθείσης ἡ αὐξητική τε καὶ θρεπτικὴ δύναμις μόνη. Οὐ γὰρ χωρεῖ τὸ περισσότερον ἡ τοῦ δεχομένου βραχύτης. Εἶτα προελθόντος εἰς φῶς τοῦ φυτοῦ καὶ ἡλίῳ τὴν βλάστην δείξαντος͵ ἡ αἰσθητικὴ χάρις ἐπήνθησεν. Ἁδρυνθέντος δὲ ἤδη καὶ εἰς σύμμετρον μῆκος ἀναδραμόντος͵ καθάπερ τις καρπὸς διαλάμπειν ἡ λογικὴ δύναμις ἄρχεται͵ οὐ πᾶσα ἀθρόως ἐκφαινομένη, ἀλλὰ τῇ τοῦ ὀργάνου τελειώσει δι' ἐπιμελείας συναύξουσα͵ τοσοῦτον ἀεὶ καρποφοροῦσα͵ ὅσον χωρεῖ τοῦ ὑποκειμένου ἡ δύναμις.

 

Εἰ δὲ ζητεῖς ἐν τῇ τοῦ σώματος πλάσει τὰς ψυχικὰς ἐνεργείας͵ πρόσεχε σεαυτῷ͵ φησὶ Μωσῆς͵ καὶ ἀναγνώσῃ καθάπερ ἐν βίβλῳ τῶν τῆς ψυχῆς ἔργων τὴν ἱστορίαν. Αὐτὴ γάρ σοι διηγεῖται ἡ φύσις λόγου παντὸς ἐναργέστερον τὰς ποικίλας ἐν τῷ σώματι τῆς ψυχῆς ἀσχολίας͵ ἔν τε ταῖς καθόλου καὶ ἐν ταῖς ἐπὶ μέρους διασκευαῖς.

 

Ἀλλὰ περιττὸν οἶμαι λόγῳ τὰ καθ' ἡμᾶς αὐτοὺς διεξιέναι͵ καθάπερ τι τῶν ὑπερορίων διηγουμένους θαυμάτων. Τίς γὰρ ἑαυτὸν βλέπων͵ [240] λόγῳ δεῖται τὴν οἰκείαν φύσιν διδάσκεσθαι; δυνατὸν γάρ ἐστι τὸν τῆς ζωῆς τρόπον κατανοήσαντα͵ καὶ ὡς πρὸς πᾶσαν ζωτικὴν ἐνέργειαν ἐπιτηδείως ἔχει τὸ σῶμα καταμαθόντα͵ γνῶναι περὶ τί κατησχολήθη τὸ φυσικὸν τῆς ψυχῆς παρὰ τὴν πρώτην τοῦ γινομένον διάπλασιν. Ὥστε καὶ διὰ τούτου φανερὸν εἶναι τοῖς οὐκ ἀνεπισκέπτοις͵ τὸ μὴ νεκρόν τε καὶ ἄψυχον ἐν τῷ ἐργαστηρίῳ γενέσθαι τῆς φύσεως͵ ὃ πρὸς τὴν τοῦ ζώου φυτείαν ἐκ τοῦ ζῶντος σώματος ἀποσπασθὲν ἐνετέθη. 

 
Καὶ γὰρ καὶ τῶν καρπῶν τὰς ἐντεριώνας καὶ τὰς τῶν ῥιζῶν ἀποσπάδας οὐ νεκρωθείσας τῆς ἐγκειμένης τῇ φύσει ζωτικῆς δυνάμεως τῇ γῇ καταβάλλομεν͵ ἀλλὰ συντηρούσας ἐν ἑαυταῖς κεκρυμμένην μὲν ζῶσαν δὲ πάντως τοῦ πρωτοτύπου τὴν ἰδιότητα. Τὴν δὲ τοιαύτην δύναμιν οὐκ ἐντίθησιν ἡ περιέχουσα γῆ ἔξωθεν παρ' ἑαυτῆς ἐπεισκρίνουσα - ἦ γὰρ ἂν καὶ τὰ νεκρὰ τῶν ξύλων εἰς βλάστην προήγετο - ἀλλὰ τὴν ἐπικειμένην ἔκδηλον ἀπεργάζεται͵ διὰ τῆς οἰκείας ἰκμάδος τιθηνουμένη εἰς ῥίζαν καὶ φλοιὸν καὶ ἐντεριώνην καὶ τὰς τῶν κλάδων ἐκφύσεις τὸ φυτὸν τελειοῦσα. Ὅπερ οὐχ οἷόν τε ἦν γίνεσθαι͵ μή τινος φυσικῆς δυνάμεως συνεντεθείσης͵ ἥτις τὴν συγγενῆ καὶ κατάλληλον ἐκ τῶν παρακειμένων τροφὴν εἰς ἑαυτὴν ἕλκουσα͵ θάμνος ἢ δένδρον ἢ στάχυς ἤ τι τῶν φρυγανικῶν βλαστημάτων ἐγένετο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου