Τῷ ἀδελφῷ δούλῳ Θεοῦ Πέτρῳ Γρηγόριος
ἐπίσκοπος Νύσσης.
Εἰ ταῖς διὰ τῶν χρημάτων τιμαῖς ἔδει
γεραίρειν τοὺς κατ' ἀρετὴν διαφέροντας͵ μικρὸς ἄν͵ καθώς φησιν ὁ Σολομών͵ ὅλος
ὁ κόσμος τῶν χρημάτων ἐφάνη πρὸς τὸ γενέσθαι τῆς σῆς ἀρετῆς ἰσοστάσιος· ἐπειδὴ
κρεῖττον ἢ κατὰ πλούτου τιμὴν ἡ χρεωστουμένη τῇ σεμνότητί σου χάρις ἐστίν.
Ἀπαιτεῖ δὲ τὸ ἅγιον Πάσχα τὴν συνήθη τῆς ἀγάπης δωροφορίαν͵ ἣν προσάγομέν σου
τῇ μεγαλοφροσύνῃ͵ δῶρον͵ ὧν ἄνθρωπε Θεοῦ͵ μικρότερον μὲν ἢ ὡς ἄξιον εἶναί σοι
προσκομίζεσθαι͵ τῆς γε μὴν δυνάμεως ἡμῶν οὐκ ἐνδεέστερον. Τὸ δὲ δῶρον λόγος
ἐστίν͵ οἷον ἱμάτιόν τι πενιχρὸν ἐκ τῆς πτωχῆς ἡμῶν διανοίας οὐκ ἀπόνως
ἐξυφασμένον. Ἡ δὲ τοῦ λόγου ὑπόθεσις τολμηρὰ μὲν ἴσως τοῖς πολλοῖς εἶναι δόξει͵
πλὴν οὐκ ἔξω τοῦ πρέποντος ἐνομίσθη. Μόνος γὰρ ἀξίως τὴν κτίσιν τοῦ Θεοῦ
κατενόησεν͵ ὁ κατὰ Θεὸν κτισθεὶς ὄντως καὶ ἐν εἰκόνι τοῦ κτίσαντος τὴν ψυχὴν
μεμορφωμένος Βασίλειος͵ ὁ κοινὸς ἡμῶν πατὴρ καὶ διδάσκαλος͵ ὃς τὴν ὑψηλὴν τοῦ
παντὸς διακόσμησιν εὔληπτον τοῖς πολλοῖς διὰ τῆς ἰδίας θεωρίας ἐποίησε͵ καὶ τὸν
ἐν τῇ ἀληθινῇ σοφίᾳ παρὰ τοῦ Θεοῦ συστάντα κόσμον γνώριμον τοῖς διὰ τῆς
συνέσεως αὐτοῦ τῇ θεωρίᾳ προσαγομένοις ποιήσας. Ἡμεῖς δὲ καὶ τοῦ θαυμάζειν
αὐτὸν κατ' ἀξίαν ἐνδεῶς ἔχοντες͵ ὁμοῦ τὸ λεῖπον τοῖς τεθεωρημένοις τῷ μεγάλῳ
προσθεῖναι διενοήθημεν͵ οὐχ ὡς νοθεύοντες δι' ὑποβολῆς τὸν ἐκείνου πόνον (οὐδὲ
γὰρ θέμις τὸ ὑψηλὸν ἐκεῖνο καθυβρισθῆναι στόμα τοῖς ἡμετέροις ἐπιφημιζόμενον
λόγοις)͵ ἀλλ' ὡς μὴ δοκεῖν ἐλλιπῆ τοῦ διδασκάλου τὴν δόξαν ἐν τοῖς μαθηταῖς
αὐτοῦ εἶναι.
Εἰ γὰρ λειπούσης τῆς Ἑξαημέρου τῆς εἰς τὸν
ἄνθρωπον θεωρίας͵ μηδεὶς τῶν μαθητευσάντων αὐτῷ σπουδήν τινα πρὸς τὴν τοῦ
λείποντος ἀναπλήρωσιν εἰσενέγκαιτο͵ ἔσχεν ἂν εἰκότως κατὰ τῆς μεγάλης αὐτοῦ
δόξης ὁ μῶμος λαβήν͵ ὡς μὴ βουληθέντος ἕξιν τινὰ κατανοητικὴν τοῖς ἀκροαταῖς
ἐνεργάσασθαι. Νυνὶ δὲ κατὰ δύναμιν ἡμῶν ἐπιτολμησάντων τῇ ἐξηγήσει τοῦ
λείποντος͵ εἰ μέν τι τοιοῦτον ἐν τοῖς ἡμετέροις εὑρεθείη͵ οἷον τῆς ἐκείνου
διδασκαλίας μὴ ἀνάξιον εἶναι͵ εἰς τὸν διδάσκαλον πάντως τὴν ἀναφορὰν ἕξει· εἰ
δὲ μὴ καθίκοιτο τῆς μεγαλοφυοῦς θεωρίας ὁ ἡμέτερος λόγος͵ ὁ μὲν ἔξω τῆς
τοιαύτης ἔσται κατηγορίας͵ τοῦ μὴ βούλεσθαι δοκεῖν τοῖς μαθηταῖς ἐγγενέσθαι τι
δεξιόν͵ ἐκφυγὼν τὴν μέμψιν͵ ἡμεῖς δ' ἂν εἰκότως ὑπεύθυνοι δόξωμεν τοῖς
μωμοσκοποῦσιν͵ ὡς οὐ χωρήσαντες ἐν τῷ μικροφυεῖ τῆς καρδίας ἡμῶν τοῦ καθηγητοῦ
τὴν σοφίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου